[ ] Phokis — Delphi — undated
1 [ἄρ]χοντος Δάμωνος τοῦ Πολεμάρχου, μηνὸς Θεοξενίου, βουλευόντων Ξεναγόρα <τ>οῦ Ἁβρομάχου,
[ἀ]πέδοτο Στέφανος Δαμοκράτεος καὶ Εὔκλεα Διονυσίου τῷ Ἀπόλλωνι τῷ Πυθίῳ κοράσιον οἰκογε-
[ν]ές, ᾇ ὄνομα Φιλτάτη, τειμᾶς ἀργυρίου μνᾶ<ν> τεσάρων, καὶ τὰν τειμὰν ἀπέχ<ο>μεν πᾶσαν. βεβαι-
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Θεόξενος Φιλαιτώλου. παραμεινάτω δὲ Φιλτάτη Εὐκλ-
5 έᾳ τὸν τᾶς ζ<ω>ᾶς χρόνον, πᾶν ποιοῦσα τὸ ἐπιτασόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐ-
ξουσίαν ἐχέτω ἐπιτειμέουσα Εὔκλεα τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀνθρώπινον γένηται περὶ Ε[ὔ]-
κλεαν, ἀπολελύστω Φιλτάτη τᾶς παραμονᾶς, καὶ μηδενὶ μηδὲν ποθηκέτω. εἰ δέ τις ἐφάπτ[οι]-
το Φιλτάτης ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ
[β]εβαιωτήρ· κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων ἐλαυθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικ<ο>ς π[ά]-
10 σας δίκας καὶ σαμίας {²⁶ζαμίας}²⁶. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Πολέμαρχος
*DA/MWNOS, KAI\ O(/SIOI *MEGA/RTAS *EU)ANGE/LOU, *BABU/LOS *LAIA/DA, *EU)KLEI/DAS *AI)AKI/DA, *NIKI/AS *FILONEI/KOU.
Search Help
Contact Us