[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Εἰ[λ]αίου, βουλευόντων Ἐράτωνος, Βαβύλου, Σωτύλου, ἐπὶ τοῖσδε ἀπέδοντο
Πύρρος καὶ Καλλινίκα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρῖον ᾧ ὄνομα Μενεκράτης τιμᾶς ἀργυρίου μνᾶν δέ[κα κ]αὶ τὰν τιμὰν
[ἀπ]έχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀμύντας Εὐα[γ]γέλου. εἰ δέ τις ἐφάπτοιτο Μενεκ[ράτ]εος ἐπὶ κατα-
[δου]λισμῶι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ. κύριος δὲ ἔστω κ[αὶ] ἄλλος συλέων Με-
5 [ν]εκράτη ὡς ἐλεύθερον ὄντα, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκα[ς κα]ὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ [Ἀ]πόλλ[ω]νο[ς Νικό]-
[σ]τρατος, Ξενόκριτος, καὶ ἰδιῶται Νικαῖος, Εὐκλείδα(!), Ἁβρομάχου(!).
Search Help
Contact Us