[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Ταραντίνου, μηνὸς Θεοξενίου, βουλευόντων Φιλ]αιτώλο[υ, Δάμωνος, Κ]λεοδά[μ]ο[υ], |
[Δάμωνος, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐάγγελος καὶ Φιλ]ὼ, [σ]υνευαρεστέοντος καὶ τοῦ υἱοῦ αὐτῶν | |
[Μεγάρτα καὶ τᾶς θυ]γατρὸς [Ν]ικαινέτας, τῶι Ἀ[πόλλω]νι τ[ῶ]ι Πυθίωι σῶμα γυναικεῖον ἐπ’ ἐλευθερίαι ἇι | |
[ὄνομα Βώτα τιμᾶς] ἀργυρίου μνᾶν τεσσάρων [καὶ] τὰν τιμὰν ἀπέχοντι πᾶσαν· βεβαι[ωτ]ὴρ κατὰ τοὺς νό- | |
5 | [μους τᾶς πόλιος Ε]ὐκλείδας Αἰακίδα, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Βώταν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν |
[πάντα χρόνον, πο]ιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ· εἰ δέ τις ἐφάπτοιτο Βώτας ἐπὶ [κατα]δουλισ- | |
[μῶι, κύριος ἔστ]ω ὁ παρατυχὼν συλέων Βώταν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος πά]- | |
[σας δίκας κ]αὶ ζαμίας καὶ ὁ βεβαιωτὴρ βεβαιούτω καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόντω τῶι θεῶι | |
[τὰν ὠ]νάν. [μ]άρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ἐμμενίδας, Λαιάδας, ἰδιῶται Πάτρων, Ὀρθαῖος, Σ̣[ά]- | |
10 | [τυρ]ος, Φίλων Στρα<τάγου>. |