[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντο[ς Εὐκλείδα τ]οῦ Αἰακίδα |
μηνὸς Ἰλ̣[αίου, βουλευ]όντων Ἐρά- | |
τωνος, [Βαβύλου, Σ]ωτύλου, ἐ- | |
πὶ τοῖσδ[ε ἀπέδο]το Ἀφρο- | |
5 | δισία Ἀν[․6-7․․] τῶι Ἀπ[όλ]- |
λωνι τῷ Πυθ[ίῳ] σῶμα οἰκογε- | |
νὲς κοράσιον ᾇ ὄνομα Ἀφρο- | |
δισία, τιμᾶς ἀργυρίου μνᾶν | |
τριῶν, καὶ τὰν τιμὰν ἀπέ- | |
10 | χει πᾶσαν, καθὼς ἐπίσταυσε {²⁶ἐπίστευσε}²⁶ |
τῷ θεῷ τὰν ὠνὰν Ἀφροδισί- | |
α, ἐφ’ ᾧτε ἐλαυθέρα {²⁶ἐλευθέρα}²⁶ εἶμεν ἀπὸ | |
πάντων τὸν πάντα βίον. βε- | |
βαιωτὴρ κατὰ τοὺς νόμους | |
15 | τᾶς πόλιος Δάμων Μένη- |
τος. παραμινάτω δὲ | |
Ἀφροδισία Ἀφροδισίᾳ ποι- | |
οῦσα τὸ ἐπιτασόμενο[ν]. | |
εἰ δὲ μὴ ποέοι, ἐξουσίαν | |
20 | ἐχέτω ἐπιτιμέουσα τρό[πῳ] |
ᾧ κα θέλῃ. εἰ δέ τις ἐφάπτο[ι]- | |
το ἐπὶ κατα{ι}δουλισμῷ {²⁶καταδουλισμῷ}²⁶, βέ- | |
βαιον παρεχέτω τῶι θεῶι | |
τὰν ὠνὰν ἅ τε ἀποδομένα | |
25 | καὶ ὁ βεβαιωτὴρ. ὁμοίως δὲ |
καὶ ὁ παρατυχὼν κύριος ἔσ- | |
τω συλέων Ἀφροδισίαν ἐλε[υ]- | |
θέραν οὖσαν ἀζάμιος ὢν κα[ὶ] | |
ἀνυπόδικος πάσας δίκας καὶ | |
30 | ζαμίας. μάρτυροι οἵ τε ἱερεῖ[ς] |
τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ Νι]- | |
κόστρατος, Ξενόκριτος, ἰ̣δ̣ι̣- | |
ῶται Βαβύλος, Πάτρων, Διο[— —]. |