[ ] Phokis — Delphi — undated
1 ἄρ[χοντος Σωστρ]άτου τοῦ Διο[νυσίου, μηνὸς — — —, βουλευόντων Ἀστοξένου καὶ Εὐαν]-
γέ[λου, ἀπέδοντο ․․]ων, Δε̣ξ̣ικράτης, Γο[— — — — — — — — — — — — — — — — —]
καὶ Ο#⁷Λ#⁷[․․․7․․․]νος καὶ Σώσιππος [— — — — — — — — — — — — — — — τῷ]
Ἀπόλλω[νι τ]ῷ Π[υθίῳ σ]ώματα γυναικεῖον μὲν> ᾇ ὄνο[μα — — — —, ἀνδρεῖα δὲ δύο οἷς ὀ]-
5 νόματα Σ[ίμ]ων καὶ Πάπος, ταῦτα ἐν ἑνὶ ἀπ[έδοντ]ο πλάτεων Λευκολλίω̣[ν] ἕ̣κα-
τον καὶ π[έντ]ε καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσ[αν. β]εβαιωτὴρ Ἀρχίας Διοδώρου Δελ-
φός, ἐφ’ ᾧτε ἐλευθέρους εἶμεν καὶ ἀνεφά[πτου]ς ἀπὸ πάντων τὸν πάντα χρό-
νον ποιοῦν[τ]ες ὅ κα θέλωντι καὶ ὑπάγοντες [ᾇ κα] θέλωντι. εἰ δέ τις ἐφάπτοι[το]
τῶν προγε[γρ]αμμένων σωμάτων ἐπὶ κατ[αδου]λισμῷ, βέβαιον [π]αρεχέτωσα[ν]
10 τῷ θεῷ τὰν [ὠν]ὰν οἵ τε ἀποδόμενοι καὶ ὁ β[εβαιω]τὴρ βεβαιούτω καὶ ὁ παρατυχὼ[ν]
κύριος ἔστω [ἀ]φαιρείμενος ἐν ἐλευθερία[ν τοὺς] προγεγραμμένους. μάρτυρο[ι]
οἵ τε ἱερεῖς τ[οῦ] Ἀπόλλωνος Καλλίστρ[ατ]ος Αἰα[κιδα, Ἁ]βρόμαχος Ξεναγόρα καὶ ἰδιῶ[ται]
Βαβύλος Σελ[εύ]κου, Ἀμύντας Εὐανγέλου, Διονύσ[ιος Δάμω]νος, Δίων [ντιγεν]εί[δα],
Ἀριστέας Νικ[άνο]ρος· ἁ ὡνά ἀνεγρά[φ]η βουλευόντων Ἀ[στοξένο]υ τοῦ Διονυσίου κα[ὶ]
15 Εὐανγέλου τ[οῦ Ἀ]μύντα.
Search Help
Contact Us