[ ] Phokis — Delphi — undated
1 [ἄρ]χοντος Ἐράτωνος, μ[ηνὸς] Ἰλαίου, βουλευόντων Πολεμάρχου τοῦ Δάμωνος,
[Β]αβύλου τοῦ Λαιάδα, ἀπ[δοτ]ο Ἀθηναῒς Ἀθανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίῳ σῶ-
μα γυναικεῖον ᾇ ὄνομα [Εὐα]μερίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν
ἔχει πᾶσαν. βεβαιωτὴρ [κ]ατὰ τοὺς νόμους τᾶς πόλιος Νικίας Φιλονίκου. παραμι-
5 νάτω δὲ Εὐαμερὶς Ἀθηναΐδι ἕως κα ζῆ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλή-
τως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Ἀθηναῒς ἐπιτειμέουσα τρόπῳ ᾧ κα
θέλῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Ἀθηναΐδα, ἐλευθέρα ἔστω Εὐαμε-
ρὶς καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τινα ἔγγονα γενηθείη ἐξ Εὐαμερίος ἐν τῷ
τᾶς παραμονᾶς χρόνῳ, ἐλεύθερα ἔστω καὶ μηθενὶ μηθὲν ποθήκοντα. εἰ δέ τις ἐφά-
10 πτοιτο Εὐαμερίος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε
ἀποδομένα καὶ ὁ βεβαιωήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Εὐα-
μερὶν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. εἰ δέ τι
ἀνθρώπινον γένητ[αι π]ερὶ Ἀθηναΐδα, ποισάτωσαν τὰ ποτὶ γᾶν πάντα κοινῶς Εὐαμε-
ρὶς καὶ Ὀνασίφορον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος, Ἁβρόμαχος,
15 καὶ ἰδιῶται Εὐκλειδα[ς, Β]αβύλος, Νίκανδρος.
Search Help
Contact Us