[ ] Phokis — Delphi — undated
1 θεός. τύχαν ἀγαθάν.
ἄρχοντος Σωτύλου τοῦ Ἡ[ρ]άκων[ος, μ]ηνὸς Ἡρακλήου, βουλευόντω[ν]
Πολυτιμίδα <τοῦ Ἀ>θάνβου, Μεγάρτα τοῦ Εὐανγέλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχίας
Διοδώρου καὶ Εὐπατρὰς Ἀντιγένεος, συνευαρεστεόντων καὶ τῶν υἱῶν Μν[α]-
5 σιθέου καὶ Ἀντιγένεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον οἰκογενὲς ἐπ’ ἐ-
λευθερίαι, ᾇ ὄνομα Εἰσιάς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι-
μὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος
[Π]ολυτιμίδας Ἀθάμβου, καθὼς ἐπίστευσε Εἰσιὰς τῶι θεῶι τὰν ὠνάν, ὥστε
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον,
10 ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοι-
το Εἰσιάδος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντωι τῷ θεῶι τὰν
ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων Εἰσιάδα ἐλευθέραν οὗσαν, ἀζάμιος ὢν
καὶ ἀνυπ[όδικ]ος π[άσ]ας δίκας καὶ ζαμίας. μάρτυροι ὅ τε ἱε-
15 ραὺς τοῦ Ἀπόλλ[ω]νος Νικόστρατος Ἄρχωνος, καὶ ἰδιῶ[τ]αι Καλ-
λίας Εὐκλ[ε]ίδα, Φίλων Στρατάγου, Κλεό[μ]αντις Δίνωνος, Εὐκλείδας
Αἰακίδα, Βαβύλος Σε<λεύ>κου.
Search Help
Contact Us