[ ] Phokis — Delphi — 49/8 BC
1 [ἄρ]χοντος Ἀμύντα τοῦ Εὐανγέλου, [μηνὸς Βου]κατίου, βουλευόντων Διοδώρου
[τ]οῦ Δωροθέου, Σωστράτου τοῦ Διονυ[σίου, ἐπὶ τ]οῖσδε ἀπέδοντο Σώστρατος
Σωστράτου καὶ Νικοστράτα Δαμοκρίτο[υ τῶι Ἀπό]λλωνι τῶι Πυθίωι σώματα δύο οἷς ὀ-
νόματα Θεόδωρος καὶ {αι} Ἀφροδισία τὸ γ[έν]ο[ς οἰκογε]νῆ τιμᾶς ἀργυρίου μνᾶν δεκαδύο καὶ
5 τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτῆρ[ες] κα[τὰ τοὺς ν]όμους τᾶς πόλιος Διόδωρος Δωρο-
θέου, Ἀρχίδαμος Νικοβούλου. παραμεινάτω [δὲ] Θεόδ[ωρος κα]Ἀφροδισία Σωστράτῳ καὶ Νικοστράτᾳ
[ἕ]ως κα ζώωντι, ποιοῦντες πᾶν τὸ ἐπιτασσόμενον ἀν[εγκλ]ήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν
[ἐχέ]τωσαν ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι. ἐπε[ὶ δέ] κα τι πάθωντι Σώστρατος καὶ Νικο-
[στρ]άτα, ποησάτωσαν Θεόδωρος καὶ Ἀφροδισία τὰ ποτὶ γ[ᾶν] πάντα καὶ ἐλεύθεροι ἔστωσαν καὶ ἀνέφαπτοι
10 [καὶ μ]ηθενὶ μηθὲν ποθει[κ]ότες. εἰ δέ τις ἐφάπτοιτο Θεο[δώ]ρ[ου ἢ Ἀ]φροδεισίας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν-
[τω τῶι θε]ῶι τὰν ὠν[άν] οἱ ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες. ὁμοίω[ς] δὲ [καὶ ὁ παρατυχὼ]ν κύριος ἔστω συλέων Θεόδωρον καὶ Ἀφροδισί[αν]
[․․6․․․ ἐ]<λ>ευθερ[․․․ ἀζάμι]ος ὢν καὶ ἀνυπόδικος πάσας δίκας [καὶ ζαμίας. μά]ρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Ν<ι>κ[όσ]-
[τρατος Ἄρχω]νος, Ξενό[κριτος Μένητ]ος καὶ [ἰ]δ[ιῶ]ται Νικόβουλ[ος — — — —, Κλε]όμαντις Δίνωνος, Σατυρίων Σατύρ[ου].
Search Help
Contact Us