FD III 3:242
[ ] Phokis — Delphi — 166 BC
1 πρεσβευτᾶν [παραγενομένων παρὰ τοῦ δάμου τοῦ Σαρ]-
διανῶν Ἐπικούρο[υ τοῦ Ἐπικούρου, Διονυσίου τοῦ Κλεάν]-
δρου καὶ ἐπελθόντων ἐ[πὶ τὰν ἐκκλησίαν ἀποδοῦ]-
[ν]αι ψάφισμα καὶ παρακαλε[σάντων τὰν πόλιν μετὰ σπου]-
5 [δᾶ]ς καὶ φιλοτιμίας ἀκολο[ύθως τοῖς ἐν τῶι ψαφίσματι]
[κα]τακεχωρισμένοις ὅπω[ς, ὃν ὁ δᾶμος ὁ Σαρδιανῶν πο]-
[τι]εψαφισμένος ἐστὶ ἱππικὸν [ἀγῶνα ἰσολύμπιον τοῖς]
[ἀγ]ώνοις οἷς συντελεῖ τᾶι τε [Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ]
[Εὐμ]ένει, ἀποδέξηται ἁ πόλις· ἀ[γαθᾶι τύχαι· ἔδοξε τᾶι]
10 [πό]λει τῶν Δελφῶν ἐν ἀγορᾶι τε[λείωι σὺμ ψάφοις ταῖς]
[ἐν]νόμοις· [ἐ]πειδὴ ὁ δᾶμος ὁ Σαρ[διανῶν, εὐσεβῶς μὲν]
καὶ ὁσίως διακείμενος ποτ[ὶ τὸ θεῖον, εὐγνωμό]-
νως δὲ καὶ τὰ ποτὶ τὸν βασιλ[ῆ Εὐμένη, ἐψαφί]-
ξαντο μὲν καὶ πρότερον ἀγῶνας σ[τεφανίτας τᾶι τε]
15 Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ Εὐμέν[ει μουσικόν τε]
καὶ γυμνικὸν ἰσοπυθίους καὶ ἀπεδέξ[ατο ἁ πόλις]
[φ]ιλοφρόνως ἀνανεωσαμένα τὰ ποτὶ [Σαρδιανοὺς]
φιλάνθρωπα, καὶ νῦν δ[ὲ] ποτιεψαφισμέ[νου τοῦ δά]-
[μ]ου τοῦ Σαρδιανῶν ἀγῶνα ἱππικὸν ἰσο[λύμπιον· δεδό]-
20 χθαι τᾶι πόλει ἀποδέξασθαί τε τὸν ἀ[γῶνα καθὼς οἱ]
πρεσβευταὶ παρεκάλεον καὶ ἐπαινέσ[αι τὸν δᾶμον]
τὸν Σαρδιανῶν ἐπὶ τᾶι προαιρέσει ἃν ἔ[χει ποτὶ τὸ θεῖ]-
ον καὶ βασιλῆ Εὐμένη, στεφανῶσαί τε α[ὐτὸν πάλιν]
τῶι τοῦ θεοῦ στεφάνωι δάφναι ὧι πάτρι[όν ἐστι Δελ]-
25 φοῖς· τὰς δὲ ἀναγορεύσεις ποιήσασθαι τοῦ [στεφάνου]
τοὺς Σαρδιανῶν ἄρχοντας ἐν τοῖς ἀγομένο[ις παρ’ αὐτοῖς]
Παναθηναίοις καὶ Εὐμενείοις ἐν τῶι θεάτρ[ωι ἐν ταῖς]
ἐπιφανεστάταις ἁμέραις· ἐπαινέσαι δὲ καὶ [τοὺς πρεσ]-
βευτὰς Ἐπίκουρον Ἐπικούρου, Διονύσιον Κλεάν[δρου ἐπὶ]
30 τᾶι ἐνδαμίαι ἇι ἐποιήσαντο καλῶς καὶ εὐσχη[μόνως]
καὶ ἀξίως τοῦ τ’ ἐξαποστείλαντος αὐτοὺς [δάμου]
καὶ τᾶς πόλιος ἁμῶν καὶ αὐτοσαυτῶν· δεδό[σθαι δὲ αὐ]-
τοῖς καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενία[ν, προμαν]-
τείαν, προεδρίαν, ἀσυλίαν καὶ τὰ ἄλλα φιλάνθ[ρωπα ὅσα]
35 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις [τᾶς πόλιος]·
ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξένια τοὺς ἐπιδ[αμιοργοὺς]
τὰ μέγιστα ἐκ τῶν νόμων· ἀναγ[ρ]άψ[αι δὲ τοὺς ἄρ]-
χον[τας] τόν τε στέφανον τοῦ δάμου καὶ [τὰν προ]-
ξενίαν τῶν πρεσβευτᾶν ἐν τῶι ἱερῶι το[ῦ θεοῦ].
Search Help
Contact Us