FD III 3:240
[ ] Phokis — Delphi — 183/2 BC — SIG(3) 629
1 [θε]ός. [τύ]χα.
[ἔδοξε τοῖς] Αἰτωλοῖς· [ἐπ]εὶ βασιλεὺς Εὐμένης ὑπάρχων φίλος καὶ σύμμαχος διὰ προγόνων τὰν οὖσα[ν ἐκ πα]-
[λαιῶν χρόνων ε]ὔνοιαν ἐμ παντὶ καιρῶι φανερὸς γίνεται συναύξων καὶ πολλὰς καὶ μεγάλας ἀποδείξε[ις]
[πεποίηται τ]ᾶς ἐν τὸ ἔθνος εὐνοίας καὶ τοὺς ἄλλους Ἕλλανας, ἀεὶ τὰ συμφέροντα διαπρασσόμενο[ς],
5 [σπουδᾶς καὶ] φιλοτιμίας οὐθὲν ἐνλείπων, γεγονότων τε αὐτοῖ πολλῶν καὶ μεγάλων εὐαμερημά[των]
[κατὰ τοὺς π]ολέμους ἐπαυξηκὼς τὰμ βασιλείαν καὶ ἐν τὰν καλλίσταν διάθεσιν ἀγνηκὼς κέκρικε
[συντελεῖν] ἀγῶνας καὶ θυσίας τᾶι Ἀθάναι τᾶι Νικαφόρωι μετὰ τῶν ἀδελφῶν καὶ τοῦ δάμου τῶν
[Περγαμηνῶ]ν, περὶ πλείστου ποιούμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, παρακαλεῖ [δ]ὲ καὶ το[ὺς]
[Αἰτωλοὺς ἐ]ξαπ[ε]σταλκὼς θεωροὺς Πέρσαν, Θεόλυτον, Κτήσιππον ἀποδέξασθαι τοὺς ἀγῶνας
10 [τῶν Νικαφ]ορίων στεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσολύμπιον,
[καὶ ὡσαύτ]ως ἄσυλον τὸ τέμενος τᾶς Ἀθάνας τᾶς Νικαφόρου· δεδόχθαι τοῖς Αἰτωλοῖς [ἐπ]αινέσαι
[μὲν βασιλέ]α Εὐμένη καὶ τοὺς ἀδελφοὺς αὐτοῦ Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον καὶ βασίλισσαν
[Ἀπολλωνίδα] τὰμ ματέρα αὐτῶν καὶ τὸν δᾶμον τῶν Περγαμηνῶν ἐπὶ τᾶι ποτὶ τοὺς [θεοὺ]ς εὐσεβεί[αι]
[καὶ στεφανῶ]σαι ἕκαστον αὐτῶν εἰκόνι χρυσέαι, τὸμ μὲν βασιλέα ἐφ’ ἵππου, τοὺς δὲ ἄ[λλους πεζικᾶι],
15 [ἀρετᾶς ἕνεκε]ν καὶ εὐνοίας τᾶς ἐ<ν τὸ ἔθνος>, ἀποδεδέχθαι δὲ καὶ τοὺς ἀγῶνας τῶ[ν Νικαφορίων οὓς]
[συντελεῖ βασ]ιλεὺς Εὐμένης [σ]τεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυ[μνικὸν <καὶ ἱππικὸν> ἰσολύμπιο]ν,
[εἶμεν δὲ] κα[ὶ] τοῖς νικεόντοις τῶν Αἰτωλῶν τὰς τιμὰς καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τ[οῖς νόμοις περί τε τῶν]
[Πυθίων κ]αὶ Ὀλυμπίων {τὰ} κατακεχωρισμένα καὶ καθάπερ ὁ βασιλεὺς Εὐμένης ἀνα[δεικνύει] τὸ τέμ[ενος]
[τᾶς Ἀθά]νας τᾶς Νικαφόρου τὸ ποτὶ Περγάμωι ἄσυλον, καθώς κα ὁρίξῃ, συναποδεδέχθαι τοὺς Αἰτω[λοὺς]
20 [ἄσυλον] εἶμεν αὐτὸ τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων καὶ μηθένα ἄγειν μηδὲ ῥυσ[ι]-
[άζειν ἐ]ντὸς τῶν ὁρίων· εἰ δέ τίς κα ἄγῃ ἢ ῥυσιάξῃ ἢ ἀποβιάξαιτο ἢ διεγγυάσῃ, ὑπόδικον εἶμεν ἐν τοῖ[ς]
[συνέδρ]οις τῶι ἀδικηθέντι καὶ ἄλλωι τῶι θέλοντι ἐν ταῖς ἐκ ποτιστάσιος δίκαις· ἀποστέλλειν δ[ὲ]
[θεωρ]οὺς ἐν Πέργαμον, ἐπε[ί] κα ἁ θυσία καθήκηι τᾶι Ἀθάναι τᾶι Νικαφόρωι· τᾶς δὲ ἐκπονπᾶς ἐπι-
[με]λεῖσθαι τὸν στραταγὸν ἀεὶ τὸν ἔναρχον· τοῖς δὲ θεωροῖς τοῖς ἐπαγγελλόντοις τοὺς ἀγ[ῶνας]
25 [τῶν Ν]ικαφορίων καταστᾶσαι τὰς πόλεις ἑκάστας θεωροδόκους τῶν ἰδίων πολιτᾶν καὶ ἀνενεγ-
[κεῖ]ν τοὺς ἄρχοντας τοὺς ἀπὸ τᾶν πολίων τῶι στραταγ[ῶ]ι Προξένωι ἐν τὰ Πύθια, διδόμεν δὲ
[ἐκέχει]ρον καὶ ξένια ὅσα καὶ τοῖς τὰ Ὀλύμπια ἐπαγγελλόντοις θεωροῖς δίδοντι· ὅπως δὲ καὶ ἐ[ν]
[τοὺς ν]όμους καταχωρισθῇ ἅ τε ἀποδοχὰ τῶν ἀγώνων καὶ τοῦ ἱεροῦ ἁ ἀσυλία καὶ ἁ τῶν θ[ε]ωροδόκων
[κατάστ]ασις καὶ τὰ ἄλλα τὰ ἐν τῶι ψαφίσματι κατακεχωρισμένα, ἐπιμέλειαν ποιήσασθαι τὸν στραταγὸν
30 [Πρόξενον] καὶ τοὺς ἄλλους ἄρχοντας· ἐπαινέσαι δὲ καὶ τοὺς θεωροὺς Πέρσαν Δ[ιο]νυσίου Συρακόσιον,
[Θεόλυτον] Ἀρίστωνος Αἰγινάταν, Κτήσιππον Δαματρίου Περγαμηνὸν καὶ εἶμεν αὐτοὺς προξένους
[καὶ εὐεργέτ]ας τῶν Αἰτωλῶν· ἔγγυος τᾶν προξενιᾶ[ν ὁ γ]ρ[αμματ]εύς· ἀναγράψαι δὲ καὶ τὸ ψάφισ[μ]α
[τόδε ἐν στ]άλαις λιθίναις δύο καὶ ἀναθέμεν τὰν μίαν ἐν Θέρμο[ν], τὰν δὲ ἐν Δελφούς· τὸ δὲ γενόμεν[ο]ν
[ἀνάλωμα] δόμεν τὸν ταμίαν τᾶς ΚΩΛ[․․․]Κ[․]Λ[․]Ι[․]ΡΙ[․]Ε[․․․․]Σ[․․․․]Λ[․․]ΙΛΙ τὸν γραμματῆ τῶν
35 [․․․․c.13․․․․․]ιαν. vac.
Search Help
Contact Us