[ ]
Phokis — Delphi — 160/59 BC — SIG(3) 671A
| 1 | [— — — — — —] καταστα[θ]έντες ὀ[μνυόντω κ]αθ[ὼ]ς [καὶ τὰ] ἄλλα ἀρχεῖα καὶ ἐκπρ[ά]ξαντες τοῦ ἀργυρίο[υ] |
| [τοὺς τόκ]ους συντελείντω τὰν θ[υσίαν καὶ τὰς] τιμὰς καὶ τὰν δαμοθοινίαν ἐν τῶι Ἡρακλείωι μηνὶ τᾶ[ι] | |
| [δωδεκ]άται ὡς κάλλιστα καὶ λόγον ἀ[ποδιδόντ]ω τοῖς μαστροῖς ἐν τῶι αὐτῶι μηνὶ ὑπεύθυνοι ὄντες, | |
| [ὥσ]περ καὶ οἱ τὰ ἄλλα ποθίερα καὶ δαμ[ό]σια [χε]ιρίζοντες, καὶ ἐν τοῖς αὐτοῖς ἐπιτιμίοις ἔνοχοι ἔστ[ω]- | |
| 5 | σαν κατὰ τὸμ μαστρικὸν νόμον· θυόντω δ[ὲ ο]ἱ ἐπιμεληταὶ βοῦς τρεῖς τελείους τῶι Ἀπόλλωνι καὶ |
| τᾶι Λατοῖ καὶ τᾶι Ἀρτέμιτι, καὶ τὰ λοιπὰ ἱε[ρε]ῖα οἰκονομεόντω κατὰ τὰ διατεταγμένα, καὶ τὰ κρ[έα] | |
| καταχρείσθωσαν ἐν τὰν δαμοθοινίαν κα[θ]ὼς εἴθισται· οἴνου δὲ ἀναλισκόντω μετρητὰς τεσ[σα]- | |
| ράκοντα· τᾶι δὲ ἑνδεκάται τοῦ Ἡρακλείου μ[η]νὸς ἐχέτωσαν τὰ ἱερεῖα ἕτοιμα καὶ τᾶι δωδεκάται π[ομ]- | |
| πευόντω ὥρας δευτέρας ἐκ τᾶς ἅλωο[ς] οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ τῶν ἄλλων | |
| 10 | θεῶν καὶ οἱ πρυτάνεις καὶ ἄρχοντες καὶ [τ]ὰ ἄλλα ἀρχεῖα καὶ οἱ λαμπαδισταί, ἀφ’ ἑκάστας φυλᾶς ἄν- |
| δρες δέκα· καταγραψάτωσαν δὲ τοὺς λαμπαδίξοντας οἱ ἁγεμόνες τᾶν φυλᾶν· εἰ δέ τις τῶν ἁ- | |
| γεμόνων μὴ παράσχοι εὐτάκτους τοὺς λαμπαδίξοντας, πράκτιμος ἔστω τᾶι πόλει ἀργυρίου δέκα | |
| στατήρων ποθιέρων· καὶ οἱ ἄρχοντες ἐκπρ[ά]ξαντες καὶ ἐν ταῖς ἱερομηνίαις τὸ μὲν ἥμισον αὐτοὶ | |
| ἐχέτωσαν, τὸ δὲ ἥμισον ποτιφερόντω ἐν λόγ[ο]ν· εἰ δὲ μὴ δύναιντο ἐκπρᾶξαι, ἀναγραψάτωσαν ἐν | |
| 15 | τὸν δαμόσιον πίνακα, καθὼς νομίζεται· ὁ δ[ὲ] δρόμος γινέσθω ἐκ τοῦ γυμνασίου ἄχρι ποτὶ τὸν βω- |
| μόν, ὁ δὲ νικέων ὑφαπτέτω τὰ ἱερά· εἰ δέ τ[ι]ς, τῶν ἁγεμόνων καταγραψάντων τοὺς ἐν ἁλικίαι, μὴ | |
| θέλοι πειθαρχεῖν δυνατὸς ὤν, πράκτιμο[ς ἔ]στω τῶι ἁγεμόνι καὶ τοῖς ἄλλοις λαμπαδισταῖς ἀ[ρ]- | |
| γυρίου δέκα στατήρων ἰδίαι καὶ ἐν ταῖς ἱερ[ο]μηνίαις· εἰ δὲ φαίη ἀδύνατος εἶμεν ἢ πρεσβύτερος, | |
| ἐξομοσάσθω, οἱ δὲ ἁγεμόνες ἄλλον ἀντ’ αὐ[τ]οῦ καταγραψάντω· οἱ δὲ ἱερεῖς τοῦ Ἀπόλλωνος, ἐ- | |
| 20 | πεί κα πομπεύσωντι, κατευχέσθωσαν τὰ Εὐμένεια καθὼς νομίζεται· ἁ δὲ νικέουσ[α] τᾶν φ[υ]- |
| λᾶν τὰν λαμπάδα λαμβανέτω εἰς θυσί[α]ν ἀργυρίου δέκα στατῆρας· ἀναγράψαι [δὲ τὸ ψάφισ]- | |
| μα ἐν τὰν βάσιν τὰν ὑπάρχουσαν τοῦ βασιλέος παρὰ τὸν βωμὸν τοῦ Ἀπόλλωνος τ[οὺς ἐνάρ]- | |
| χους βουλευτάς, καὶ διαποστεῖλαι ποτὶ [τ]ὸν βασιλῆ τὸ ἀντίγραφον τοῦ ψαφίσματ[ος]. |