[ ]
Phokis — Delphi — ca. 80-95 AD — SGDI 2731
| 1 | θεός. τύχα ἀγαθά. |
| ἄρχοντος ἐν Δελφοῖς Γ. Μεμμίου Εὐθυδάμου | |
| τὸ γʹ, μηνὸς Ἀμαλίου γʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, | |
| εὐφαμηθέντος Ἀρχελάου τοῦ Ὑγίνου τοῦ | |
| 5 | γυμνασιάρχου, ἐπιδὴ οὗτος φιλοτείμως καὶ πολυ- |
| τελῶς ἄλιψεν παρ’ ἁμῖν, ἔδοξε τᾷ Δελφῶν πόλει | |
| γραφῆμεν τὸν ἔπαινον αὐτοῦ ἐν τὰ δαμόσια τᾶς πό- | |
| λεος γράμματα καὶ ἐν τὸν τοῦ Πυθίου Ἀπόλλωνος να- | |
| όν, ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τὰν πόλιν. |