[ ]
Phokis — Delphi — 217-212 BC — SIG(3) 545; SGDI 2527
| 1 | θεοί. |
| [ἄρχον]τος ἐν Δελφοῖς Πολυκλείτου, ἱερομναμονού[ν]- | |
| [των ․]ιολου Φαρσαλίου, Πολεμάρχου Εἰδα<ί>ου, Φ[αλ]ακρίω- | |
| [νο]ς Παροχθέου, Πειθιμένεος Θεστιέος, Φίλωνος Φυσκέ- | |
| 5 | [ο]ς, [Λ]αμίου Λυσιμαχέος, Θρασυβουλίδα Στρατίου, Ἀρχιδά- |
| μου Καλλιπολίτα, [Τ]ιμάρχου Πτολεμαιέος, Λέωνος ΙΕΚ- | |
| ΡΙΕΟΣ, Τιμομάχου Ὁμιλιάδα, Ἀριστά<ρ>χου Ἀμβρακιώτα· Δελ- | |
| φῶν Παρνασίου, Βαβύ<λ>ου· Χίων Λεωχίδου· Βοιωτῶν Φιλοξέν- | |
| ου, Νίκωνος· Ἀθηναίω[ν] Μενάνδρου· γραμματεύοντος | |
| 10 | [Μ]οσχίωνος Ἡρακλειώτα· ἔδοξεν τοῖς Ἀμφικτιόνοις· ἐπειδὴ |
| Λεωχίδης Ἀναξιάδου Χῖος ἀποσταλεὶς ἱερομνάμων ὑπὸ τᾶ<ς> | |
| πόλιος τᾶς Χίων, τά τε κατὰ τὰς θυσίας καλῶς καὶ λαμπρῶς | |
| συνετέλεσεν, οὐδεμίαν ὑπερ<β>ολὴν καταλείπων φιλοτιμί- | |
| ας τὰν πᾶσάν τε σπουδὰν ποιούμενος τᾶς εἰς τὸ δαιμόνιον | |
| 15 | εὐσεβείας, ἐπεμελήθη δὲ τᾶς θεραπείας τῶν ἀναθημάτ- |
| ων, τοῦ τε βωμοῦ καὶ τῶν ἄλλω[ν π]άντων ὧν ἀνέθηκεν ἁ πό- | |
| λις ἁ Χίων, τάς τε δίκας μετὰ τῶν συνιερομναμόνων τὰς μὲν | |
| διέλυσε, τὰς δὲ διέκρινε δικαίως κατὰ τοὺς νόμ̣ους, διε[τ]έλει | |
| δὲ καὶ χρείας παρεχόμενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰ- | |
| 20 | μ πόλιν, ἀπόδειξιν ποιούμενος τᾶς εὐνοίας ἃν ἔχει [ποτὶ τὸ ἔ]θν[ος] |
| τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτίονας, <ἔ>ν [τε τᾶι ἄλλαι ἀρ]- | |
| χᾶι διατετέλεκεν τοῖς τε ἱερομναμόνοις καὶ τοῖς ἄλλ[οις ἐν] | |
| πολλ<ο>ῖς καὶ μεγάλοις χρήσιμος ὢν καὶ λέγων καὶ π[ράσσων ἀεὶ] | |
| τὰ συμφέροντα τοῖς Ἀμφικτιόνοις καὶ παρεχόμε[νος αὑτὸν ἄξι]- | |
| 25 | ον τᾶ{τα}ς {²⁶τᾶς}²⁶ πόλιος τᾶς Χίων καὶ τῶν Αἰτωλῶν· ὅπ[ως οὖν τὸ κοινὸν] |
| τῶν Ἀμφικτιόνων φαίνηται τᾶς εὐχαριστία[ς τᾶς ποτὶ τοὺς εὐερ]- | |
| γέτας καλῶς [προεσ]τακὸς καὶ <τι>μὰ<ς> ἀπο[νέμον αὐτοῖς ἀξίας] | |
| τᾶς ἐν αὑτο<ὺ>ς [φιλο]τιμίας, ἐπαινέσαι τ[ὰμ πόλιν τὰν Χίων ἐπὶ] | |
| τᾶι ἀποστολᾶι [τοῦ] ἀνδρός, ἐπαινέσαι δ[ὲ καὶ αὐτὸν Λεωχίδην] | |
| 30 | Ἀνα<ξ>ιάδου Χῖον καὶ στεφανῶσαι χρυ[σέωι στεφάνωι καὶ εἰκόσι] |
| χαλκέαις δυσί· τὸν δὲ στέφανον ἀ[ναγορεῦσαι τοῖς Σωτηρί]- | |
| οις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι κα[ὶ τοῖς Διονυσίοις ἐν τῶι θε]- | |
| άτρωι, ἐπεί κα τῶν παίδων [χοροὶ μέλλωντι ἀγωνίζεσθαι, ὅτι] | |
| [τοὶ Ἀμ]φικτίονες στεφαν[οῦντι — — — — — — — — — — — — — —] | |
| 35 | [— — —]․[— — — — — —] |
| — — — |