[ ]
Phokis — Delphi — 247/6 BC — SIG(3) 443
| 1 | [․․c.8․․․ ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμ]ωι· πολεμάρχω[ν ἐπιμήνιος ․․․․] |
| [․․․․․․․․c.20․․․․․․․․ καὶ ἐξεταστῶ]ν ἐπιμήνιος Αἰαντίδη[ς ․․c.8․․․] | |
| [εἶπαν· ἐπειδὴ τὸ κοινὸν τῶν Αἰτωλῶ]ν διά τε τὴν οἰκειότητα κα[ὶ τὴν φι]- | |
| [λίαν τὴν ὑπάρχουσαν διὰ προγόνων τῶ]ι δ[ήμ]ωι πρὸς Αἰτωλούς, πρότερ[ον μὲν Αἰ]- | |
| 5 | [τωλοῖς καὶ τοῖς ἐν Αἰτωλίαι οἰκοῦσι] ἀπηγόρευσε πᾶσιν μὴ ἄγειν τὰ τῶ[ν Χίων] |
| [μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν, εἰ] δὲ μὴ, ὑποδίκους εἶναι ἐν τοῖς συνέ[δροις] | |
| [τοὺς ἄγοντας κατὰ τοὺς νόμους] τῶν Αἰτωλῶν, ἐφ’ οἷς ὁ δῆμος ἀποδεξ[άμε]- | |
| [νος τὰ δεδομένα φιλάνθρωπα] ἐψηφίσατο πολίτας τε εἶναι τοὺς Αἰτ[ωλοὺς] | |
| [καὶ μετέχειν πάντων ὧμπερ] καὶ Χῖοι μετέχουσιν, ἔγνω δὲ καὶ ε[ἶναι αὐ]- | |
| 10 | [τοῖς ἀτέλειαν καὶ ἔφοδον] ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησί[αν πρώ]- |
| [τοις μετὰ τὰ ἱερὰ καὶ ἔδωκ]ε προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἂ[ν ἡ πό]- | |
| [λις ἡμῶν συντελῆι· νῦν δὲ κ]αὶ οἱ πρέσβεις παραγενόμενοι ἀνήν[εγκαν] | |
| [δόγμα καὶ ἐνεφάνισαν τὴν] εὔνοιαν ἧν εἶχε τὸ κοινὸν τῶν Αἰτωλῶν [καὶ] | |
| [τὴ]ν πρ̣[οθυμίαν ἣν διετέλεσ]ε̣ ἐνδει̣κνύμενον εἰς τὸ συντελεῖσθαι [ὅσα] | |
| 15 | [Χῖ]οι πρό[τερον ἠξίου̣ν, καὶ νῦ]ν ὅτι δεδώκασι τῶι δήμωι ψῆφον ἱερομναμ[ονι]- |
| [κὴν] εἰς το[ὺς Ἀμφικτύονας], ἀκόλουθα διαπραττόμενοι τοῖς προυπάρχου[σιν] | |
| [αὐτο]ῖς οἰκ̣[είοις καὶ φιλανθ]ρώποις πρὸς τὴν πόλιν· ὅπως οὖν καὶ ὁ δῆμος [φαί]- | |
| [νηται] Ἕλλη̣[σιν ἀξίως τ]ιμῶν τοὺς ἑαυτὸν εὐεργετεῖν προαιρουμένο[υς]· | |
| [ἀγαθῆ]ι τύχ[ηι· δεδόχθαι] τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι τὸ κοιν[ὸν] | |
| 20 | [τῶν Αἰ]τωλῶ[ν ἐπὶ τε τῆι] εὐνοίαι καὶ προθυμίαι ἣν ἔχει ἐμ παντὶ καιρῶι π[ρὸς] |
| [τὸν δῆ]μον [καὶ στεφα]νῶσαι χρυσῶι στεφάνωι τῶι μεγίστωι ἐκ τοῦ νόμ[ου] | |
| [χρυσῶ]ν ἀλ[εξανδρεί]ων ἑκατόν· ἵνα δὲ καὶ εἰδῶσι πάντες οἱ Ἕλληνες τὰ ἐ- | |
| [ψηφισμ]έ̣ν[α τῆι τε β̣ουλῆι] καὶ τῶι δήμωι, ἀνειπεῖν [τὸ]ν ἱεροκήρυκα Διονυσίοις ἐν | |
| [τῶι θεάτρωι ὅταν οἱ] τῶν παίδων χοροὶ [μ]έλλ[ωσιν] ἀγωνίζεσθαι τόδε τὸ κήρυγ- | |
| 25 | [μα· ὁ δῆμος ὁ Χίων στ]εφανοῖ τὸ κοινὸν τῶν Αἰτωλῶν χρυσῶι στεφάνωι τῶι μεγίσ- |
| [τωι ἐκ τοῦ νόμου χρυσ]ῶν ἀλεξανδρείων ἑκατὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας κα[ὶ] | |
| [προθυμίας τῆς εἰς α]ὑτόν· τοῦ δὲ κηρύγματος ἐπιμεληθῆναι τὸν ἀγων[ο]θέτη[ν]· | |
| [ἑλέσθαι δὲ] καὶ [ἱ]ερομνήμονα ὅταν τὸ ψήφισμα χειροτονηθῆι· ὁ δὲ αἱρεθε[ὶς ἱε]- | |
| [ρομνήμων θυέ]τω μετὰ τῶν ἄλλων ἱερομναμόνων τὰς νομιζομένας τοῖς Χ[ίοις θυ]- | |
| 30 | [σίας καὶ πρεσβ]ευ̣έ̣τ̣ω̣ κατὰ τὸν νόμον καὶ τὰ δόγματα τῶν Ἀμφικτυόνων· [πέμ]- |
| [πειν δὲ καὶ εἰς τὸ λ]οιπὸν κατ’ ἕκα<σ>τον ἔτος ἱερομνάμονα εἰς Ἀ[μ]φ[ικτύονα]ς εἰς Δ[ελ]- | |
| [φοὺς ταῖς ․․c.8․․․]ΣΙΝ· δὶς δὲ τὸν αὐτὸν μὴ ἀποδειξ[άν]τω[ν]· διδόναι δὲ [τῶι] ἱερομνᾶ[μο]- | |
| [νι εἰς τὰς νομιζομέ]νας ὑπὲρ τῆς πόλεως θυσ[ίας χρῆμα], ὅταν μὲν [Π]υ̣θ̣ι̣ὰ̣ς συντ[ελεῖ]- | |
| [ται δραχμὰς ἀλεξανδρείας] δισχιλίας, ἐν δὲ τα[ῖς ․․․․․]ΛΙΕΣΙΝ δραχμὰς ἀλεξαν[δρεί]- | |
| 35 | [ας χ]ιλίας πεντα[κοσίας· ο]ἱ δὲ π[ρῶτ]οι ἀποδειχθέντες θεωροὶ εἰς τὰ Λαφρίεια λ[αβόν]- |
| [τες πα]ρὰ τῶν ταμιῶν τὸ χ[ρῆμα τὸ] ἐψηφισμένον κατασκευασά[τ]ωσαν ὅτ[ι τάχιστα τὸν στέ]- | |
| [φανο]ν̣ καὶ ἀνενεγκάτω[σαν με]τὰ τοῦ ἱερομνήμονος τὸ ψήφισμα καὶ τὸν στέφανο[ν εἰς] | |
| [τὰ Λαφρί]εια καὶ τὰ Θερμ<ι>κ[ά· ἀξιω]σάτωσαν δὲ καὶ Αἰτωλοὺς ἐπιμεληθῆναι ὅπως ἀνα[κηρυχ]- | |
| [θήσετα]ί τε ὁ στέφανος [καὶ τὸ κή]ρυγμα τὸ ἐν τῶιδε τῶι ψηφίσματι γεγραμμένον [ἐν τε] | |
| 40 | [τοῖς Λα]φριείοις καὶ ἐν τ[οῖς Θερμ]ικοῖς· ἐπιμεληθήτωσαν δὲ καὶ οἱ εἰς Δελφοὺς ἀπο[σταλη]- |
| [σόμε]νοι θεωροὶ ὅπως [ἀνακηρυ]χθήσεται ἐν τοῖς Πυθίοις τὸ [κήρ]υγμα τὸ ἐν τῶιδ[ε τῶι ψη]- | |
| [φίσ]ματι γεγραμμ[ένον· ἵνα δ]ὲ καὶ τὰ ψηφισθέντα πηρὶ τῆς ψήφου ὑπό τε τοῦ κ[οινοῦ] | |
| [τῶν Α]ἰτωλῶν κα[ὶ τοῦ δήμου] τοῦ [Χί]ω[ν] διαμ[έ]νηι εἰς τὴν ἅπαντα χρόνον, τὸ[ν πρῶ]- | |
| [τον α]ἱρεθέντα [ἱερομνήμονα] ἀ[να]γράψαντα εἰς στήλας λιθίνας δύο ἀναθεῖ[ναι <τὴμ μὲν>] | |
| 45 | [ἐν Δ]ελφοῖ[ς, τὴν δὲ ἕτεραν ἐν] τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Θερμίου· τὸ δὲ ἀνά[λω]- |
| [μα] τὸ εἰς τ[ὰς στήλας καὶ τὴ]ν ἀναγραφὴν δοῦναι τοὺς ταμίας· τὸ δὲ ψῆ[φι]- | |
| [σμα] τόδε [ἀφῆκειν εἰς σ]ωτηρίαν τοῦ δήμου. vac. Ἐφόδιον ἐτάχθη τῶι ἱε[ρο]- | |
| [μνήμονι δραχμαὶ ․․· ἱερ]ομνήμων εἱρέθη Γ[άν]νων Κλυτομήδου. |