[ ] Phokis — Delphi — 249/8 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Διονυσικλεῖ Ἰατροκλέους Ἀλαβανδεῖ αὐτῶι καὶ ἐκγόνοις προ-
ξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, θεαροδοκίαν, ἀτέλειαν πάντων
καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις. ἄρχοντος Εὐκλεῦς, βουλευόντων Ἡρακλείδα, Κλεομάντιος, Νικ̣[ο]δώ̣ρου.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server