[ ]
Phokis — Delphi — 3rd c. BC — SIG(3) 423; SGDI 2668
| 1 | θεοί. |
| [Δε]λφοὶ ἔδωκαν Κύλλωνι Κύλλωνος Ἀλείωι αὐτῶι καὶ ἐκγόνοις | |
| [π]ροξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέ- | |
| λειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐ- | |
| 5 | εργέταις· ἄρχοντος Καλλικλέος. βουλευόντων Α[ἰσχ]ριώνδα, |
| Ξένωνο[ς, Ἀ]μφιστράτου. |