[ ]
Phokis — Delphi — 271/0 BC — SGI(3) 418C; SGDI 2665
| 1 | θεοί. |
| Δελφοὶ ἔδωκαν Ἀλεξεινίδηι Φιλωνίδου Ἠλείωι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, | |
| προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις. ἄρχοντος Στράτωνος, βουλευόντων Λύσωνος, Ἀμυνάνδρου, Τιμογένευς. |