[ ] Phokis — Delphi — 262/1 BC — SIG(3) 418A; SGDI 2516
1 ἐπὶ Εὐδόκου ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομ[νημο]νούντων Αἰτωλῶν Γαύ[σου],
Τριχᾶ, Πολύφρονος, Πολυχάρμου, Τεισάρχου· Δελ[φῶν] Κρίτωνος, Ἡρακλε[ίδο]υ· Φωκέων
Δωροθέου, Πεισίωνος· Βοιωτῶν Θηβαγγέλου, Μοιρίχου, Φαντία· Εὐβοιέων Ἐπηράστ[ου]·
Ἀθηναίων Ἀσωποδώρου· Σικυωνίων Εὐθυδάμου· ἐπειδὴ Σωκράτης Τελεσία
5 Κνίδιος καὶ Ἀλεξεινίδης Φιλωνίδου Ἠλεῖος ἐν Αἰτωλίαι οἰκῶν ἐμήνυσαν
I(ERA\ XRH/MATA TW=I QEW=I KAI\ KRI/NANTES E)PI\ TW=N I(EROMNHMO/NWN FANERA\ E)POI/HSAN
τὰ χρήματα καὶ ἐνέβαλον εἰς τὸ κιβώτιον κατάδικον μυρίων στατήρων Ζήνωνα
Σολέα· δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι Σωκράτει καὶ Ἀλεξεινίδηι προ[δι]κίαν
καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καὶ αὐτοῖς καὶ ἐκγόνοις καθὰ καὶ τοῖς ἄλλοις δίδονται
10 προδικίαι, ἐπειδὴ φαίνονται εὐεργετηκότες τὸν θεὸν ἄξια λόγου.
Search Help
Contact Us