[ ]
Phokis — Delphi — ca. 218-217 BC
l.1 | [ἀγαθᾶ]ι τύχαι. [ἐπὶ ἄρχοντ]ος Στρατονίκου |
[ἔδοξε] τᾶι πόλει τῶν [Χαλειῶ]ν· ἐπειδὴ | |
[Ἀριστοδ]άμ[α Ἀμ]ύντα Ζμυρναί[α] ἀπ’ Ἰωνίας | |
[ἐπέωμ] ποιήτρι[α] πα̣ρα̣[γε]ν̣ο̣μ̣[έ]να ΠΛΕΙ | |
5 | [․5-6․․]Π․․․․․#⁷ΑΙ․Ι#⁷․․․․․ΤΟΙ․․#⁷Ι#⁷Ν |
[․․․․10․․․․]#⁷Ν․․ΑΙ․․Ρ․Ε․ΥΕΤΟ․․․․#⁷ΟΥΣ | |
[․․․․10․․․․]ΝΟ․․․․․Τ․․ΛΙ․#⁷․․․․․․ΓΑΣ | |
[․․․․10․․․․]ΙΦ․․․․․․․․Ι․ΙΟΙ․Τ․․․․․․․#⁷ | |
[․․․․․12․․․․․]Α․․ καὶ τῶν προγόνων τῶν τᾶ[ς] | |
10 | [πόλιος ἁμῶν] μν[άμ]αν ἐποιήσατο· ὅπως οὖν |
[φαινώμεθα τι]μέοντες αὐτὰν κατὰ τὸ ποθῖκον, | |
[ἐπαινέσαι αὐτὰν] ἐπί τε τᾶι εὐσεβείαι ἇι ἔχει ποτὶ | |
[τὸν θεὸν κα]ὶ τᾶς ποτὶ τὰν πόλιν εὐνοίας | |
[ἕνεκα καὶ στ]εφανῶσαι αὐτὰν δάφνας [ἱε]ρᾶ[ς] | |
15 | [στεφάνωι τᾶ]ς παρὰ τοῦ θεοῦ καθὼς πάτριόν [ἐσ]τι |
[Χαλειέοις· τὰ]ν δὲ ἀναγγελίαν ποιήσασθαι | |
[τὸν ἱεροκάρυκα] ἐν τ[ᾶ]ι παναγύρει τῶν Ποιτρο- | |
[πίων· πέμπε]σθαι δὲ αὐτᾶι καὶ ἀπὸ τᾶς | |
[πόλιος ἁμῶν γέρ]ας πα[ρ]ὰ τοῦ Ἀπόλλων[ο]ς | |
r.20 | ἐκ τᾶς θυσίας μ̣ερί[δ]α [κρεῶν ἐπὶ τὰν ἑστίαν ἐν] |
Ζμύρναν· εἶμεν δὲ αὐτὰν [πρόξενον καὶ εὐεργέτιν] | |
τᾶς πόλιος· δεδόσθαι δὲ αὐ[τᾶι παρὰ τᾶς πόλιος] | |
καὶ τοῖς ἐγγόνοις αὐτᾶς [κ]αὶ γ[ᾶς καὶ οἰκίας] | |
ἔγκτησιν καὶ ἀτέλειαν κα[ὶ ἀσυλίαν καὶ ἀσφάλειαν] | |
25 | καὶ πολέμου καὶ εἰράνας κατὰ [γᾶν καὶ κατὰ] |
θάλασσαν καὶ τἆλλα πάντ[α ὅσα καὶ τοῖς] | |
ἄλλοις προξένοις καὶ εὐεργ[έταις τᾶς πόλιος ὑπάρχει]· | |
ἀποστεῖλαι δὲ αὐτᾶι καὶ ξένια [ἀπὸ δραχμ]ᾶν | |
ἑκατόν· ὑπαρχέτω δὲ καὶ Διον[υσίωι τῶι] vacat | |
30 | ἀδελφεῶι αὐτᾶς προξενία, πο[λιτεία, ἀ]τέλεια· |
ὅπως δὲ καὶ πάντοις φανερὸν ἦι [τοῖς ἀφικνε]ιμένοις | |
ποτὶ τὸ ἱερὸν ὅτι ἁ πόλις τῶν Χαλ[ειέων π]ερὶ πολλοῦ | |
ποιεῖται τὸ τιμῆν τοὺς λέγειν ἢ γρά[φειν] περὶ τοῦ θεοῦ | |
προαιρειμένους, τὸ ψάφισμα τόδε [ἀναγρ]άψαι τὸν | |
35 | ἐπιδα[μι]οργὸν Ἀρχα<γ>όραν μετὰ το[ῦ γραμ]ματέος |
[Φ]ιλίου {Γ} [καὶ] ἀναθέμεν τὸ μὲν πα[ρὰ τὸν] ναὸν | |
τοῦ Ἀπό[λλ]ωνος τοῦ Νασιώτα, τὸ [δὲ ἐν Δ]ελφοῖς. |