[ ] Phokis — Delphi — 20-75 AD — SIG(3) 795A
1 ἄρχοντος Εὐκλέους τοῦ Εὐά<ν>δρου, μηνὸς Βυσίου, ἔδοξεν τῇ
πόλει τῶν Δελφῶν· ἐπεὶ Μουσαῖος Ἀπολλωνίου Μάγνης ἀπὸ
Μαιάνδρου, χοραύλης, ἐνδημήσας εἰς τὴν πόλιν ἡμῶν, τῶ τε θε-
ῶ ἀπήρξατο καὶ τὴν παρεπιδαμίαν ἐποιήσατο εὐσχήμονα καὶ ἀξίαν τειμῆς,
5 δεδόσθαι αὐτῷ προξενίαν καὶ ἐγγόνοις, στεφανῶσαι αὐτὸ<ν> τῶ τοῦ θεοῦ στε-
φάνω {ῦ θεοῦ στεφάνω} καὶ ἐπαινέσαι αὐτὸν ἐπί τε τῇ εὐ-
μουσία καὶ καλοκἀ[γ]αθία.
Search Help
Contact Us