FD III 3:128
[ ] Phokis — Delphi — 200-175 BC — SIG(3)648B
1 Σάτυρος Εὐμένους Σάμιος·
τούτωι πρώτωι συμβέβηκεν μόνωι
ἄνευ ἀνταγωνιστῶν αὐλῆσαι
τὸν ἀγῶνα καὶ ἀξιωθέντα ἐπιδοῦ-
5 ναι τῶι θεῶι καὶ τοῖς Ἕλλησι μετὰ
τὸν γυμνικὸν τῆι θυσίαι ἐν τῶι στα-
δίωι τῶι Πυθικῶι ἆισμα μετὰ χοροῦ
Διόνυσον καὶ κιθάρισμα ἐκ Βακχῶν
Εὐριπίδου.
Search Help
Contact Us