FD III 3:127
[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Σωστράτου, μηνὸς Ἡρακλέου, βουλευόν-
των Ἀγάθωνος, Ἀθανίωνος, Ἡρακλε[ίδ]α, ἀπέδοτο Εὐπορία
τῶ Ἀπόλλωνι σῶμα ἀνδρεῖον ὧι ὄν[ομα Σ]ωτηρίδας τι-
μᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τ̣[ιμὰ]ν ἔχει πᾶσαν,
5 καθὼς ἐπίστευσε Σωτηρίδας τῶ [θεῶ τὰ]ν ὠνὰν ἐφ’ ὧ-
τε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτο[ν ἀπὸ] πάντων τὸν
πάντα βίον. βεβαιωτὴρ Ἐμμενίδας [․․․․․]ς̣. παραμινά-
τω δὲ Σωτηρίδας Εὐπορία ποιῶν [τὸ ἐπιτασσόμ]ε̣νον πᾶν.
εἰ δὲ μὴ παραμείναι ἢ μὴ ποιῆ πᾶν [τὸ ἐπιτασσόμενον, κ]υ̣ρί-
10 α ἔστω Εὐπορία διδεῖσα καὶ ψοφέο[υσα Σωτηρίδαν καὶ]
[ἄλλ]ος ὑπὲρ Εὐπορίαν ὅν κα κελεύσ[η. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀ-
πόλλ[ωνο]ς Ξενοκράτης, ἰδιῶται Ξενο[— — — — — — — — Νι]-
κόστρατος [Ἄρ]χ̣ωνος, Νουμήνιος [— — — — — — — — — — —].
Search Help
Contact Us