FD III 3:125
[ ] Phokis — Delphi — ca. 157 BC — SGDI 2725
1 ἀγα[θ]ᾶι τύχαι.
ἄρχοντος Πατρέα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Δρομοκλείδ[α],
Πολυκράτεος, Πασίωνος, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείω
σὺμ ψάφοις ταῖς ἐννομο[ις]· ἐπειδὴ Ἄριστυς Ἀριστομένεος Αἰγιεὺς ἐπέ-
5 δωκε τῶι θεῶι ἁμέραν κ[α]ὶ ἀγωνίξατο καὶ εὐδοκίμησε, ἐπαινέσαι Ἄρι-
στυν Ἀριστομένεος Αἰγιῆ [κ]αὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τὰς πό-
λιος προξενίαν, προμα[ντ]είαν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις
[ο]ἷς ἁ πόλις τίθητι καὶ τὰ [ἄλ]λα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
[ε]ὐεργέταις ὑπάρχει πα[ρὰ] τᾶς πόλιος· ἀποστεῖλαι δὲ αὐτῶι καὶ τὸν ἐπι-
10 [δ]αμιοργὸν Καλλείδαν [ξέ]νια τὰ μέγιστα ἐκ τῶν νόμων· ἀναγράψαι δὲ καὶ
[τ]ὰν προξενίαν τὸν ἐπι[δα]μιοργὸν Καλλείδαν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνο[ς]
ἐν τὸν ἐπιφανέστατο[ν τ]όπον.
Search Help
Contact Us