FD III 3:124
[ ] Phokis — Delphi — undated — SIG(3) 702; SGDI 2724
1 [γ]αθᾶι τύχαι.
ἔδοξε τᾶι πόλει̣ τῶν Δελφῶν [ἐν] ἀγορᾶι τελείαι σὺμ ψάφοις ταῖς ἐννόμοις·
ἐπειδή Ἀριστόθεος Ν̣ικ̣οθέου [Τρο]ζάνιος ἱστοριαγράφος παραγενόμενος [ἐ]ν τὰν
πόλιν τὰν τε ἀναστροφὰν ἐπ[οιή]σατο ἀξίως τοῦ τε ἱεροῦ καὶ τᾶς ἰδίας πατρίδος,
5 ἐποιήσατο δὲ καὶ ἀκροάσεις ἐπ[ὶ π]λείονας ἁμέρας τῶν πεπραγματευμένων
αὐτῶι, παρανέγνω [δὲ καὶ] ἐν̣[κώ]μια εἰς Ῥωμαίους τοὺς κοινοὺς τῶν Ἑλλάνων̣
εὐεργέτας, δεδόσθαι παρὰ τᾶ[ς] πόλιος προξενίαν αὐτῶι καὶ ἐκγόνοις, προμαντεί[αν],
προδικίαν, ἀσυλίαν, ἀτέλειαν [πά]ντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷ[ς] ἁ πόλι[ς τί]-
θητι καὶ τἆλλα τίμια ὅσα κ̣αὶ το[ῖς ἄ]λλοις προξένοις καὶ εὐεργέταις [ὑ]πάρ[χ]ει τᾶς πόλιος.
Search Help
Contact Us