[ ] Phokis — Delphi — ca. 134 BC?
1 θεὸς τύχαν ἀγαθάν.
[ἔδο]ξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Με-
[γαλ]οπολῖται καὶ ἐν τοῖς ἔνπροσθεν χρόνοις εὔνοοι ὄντες διατετελ̣έκατι πο-
[τὶ] τὰν πόλιν ἁμῶν καὶ νῦν ἀποσταλείσας ποτὶ αὐτοὺ̣ς πρεσβείας ὑπὸ τᾶς πόλιος
5 [ὅπω]ς ἕλωντι δικασταὶ ἄνδρες οἵτινες παραγενόμενοι ποθ’ ἁμὲ ποιήσονται τὰς κρί-
[σεις] μετὰ παντὸς τοῦ δικαίου, τόν τε πρεσβευτὰν ποτεδέξαντο φιλανθρώ<π>ως καὶ π[ε]-
[ρὶ ὧν] π<α>ρεκ<άλ>ει ὑπακούσαντες τᾶς τε ἐξ ἀρχᾶς ὑπα<ρχ>ούσα{ντε}ς αὐτοῖς {²⁶ὑπαρχούσας}²⁶ αὐτοῖς ποτὶ τὰν πόλι[ν]
[αἱρ]έσιος ἀπολογισμὸν ἐποιήσαντο καὶ δικαστὰς ἀ[π]έστειλαν Σωσιγέν<η> Πώλου, Ἀν[α]-
[ξί]δαμον Ἀναξιβίου, Πιθίαν Ἐρασιδάμου· παραγενόμενοι δὲ οὗτοι τάν τε ἐπιδαμίαν καὶ ἀ-
10 [ν]αστροφὰν ἐποιήσαντο ἀξίως τῶν τε ἐξαποστε<ι>λάντων αὐτοὺς καὶ τᾶς ἁμετέρας
[π]όλιος, καὶ τῶν ἐγκλημάτων εἱλκυσμένων ἐκ πλειόνων χρόνων τὰ μὲν ἔκριναν, τὰ δὲ
συνέλυσαν πλεῖστον λόγον ποιείμενοι τᾶς τε ποτὶ τοὺς θεοὺς εὐσεβείας καὶ τοῦ δι<κ>αί-
ου καὶ συνφέροντος πᾶσι Δελφοῖς· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι μὲν τὰν πόλιν τῶν Με-
γαλοπολιτᾶν ἐ<π>ὶ τᾶι ἀποστολᾶι τῶν ἀνδρῶν, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰ[ς]
15 Σωσιγέν<η> Πώλου, Ἀναξίδαμον Ἀναξιβίου, Πιθίαν Ἐρασιδάμου, καὶ ὑπάρχειν αὐτοῖς
καὶ ἐκγόνοις προξενίαν, ἰσοπολιτείαν, προμαντείαν, ἀτέλειαν, προεδρίαν ἐν
πάντοις τοῖς ἀγώνοις οἷς ἁ πόλις τίφητι καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· καλέσαι δὲ καὶ αὐτοὺς ἐπὶ ξένια ἐπὶ τὰν κοι-
νὰν ἑστίαν· ἐπιμέλει[α]ν δὲ ποιήσασθαι τοὺς ἄρχοντας ὅπως ἀ<ν>αγ<ρα>φῆ τὸ ψάφισμα
20 <ἐ>ν τῶι ἐπιφανεστάτωι τόπωι τοῦ ἱεροῦ.
Search Help