[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Εὐδώρου, μ]ηνὸς Ἀμαλίου, ἀπέδοτο Τίσ[ι]χον Ὀρθαίου, συνευδοκ[έ]-
[οντος Ἀστοξέν]ου, τῶι [π]όλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον ἇ[ι ὄνομα]
[Φιλωτὶς ἐν]δογενῆ τιμᾶς ἀργυρίου μνᾶ[ν] τριῶν καὶ ἡμιμ[ναίου],
[καὶ τὰν τιμὰ]ν ἔχει. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς [πόλιος]
5 [Ἀριστίων] Ἄγωνος. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀ-
πόλλωνος Ἀνδρόνικος, Πραξί-
[ας], Μένης ὁ ν[α]κ̣όρος καὶ ο[ἱ]
ἄρχοντες Θρασυκλῆς,
[Ε]ὐκλ[ῆς κα]ὶ ἰδιῶται Ἀστό-
10 ξεν[ος, Δι]ονύσιο[ς], Δ[η]-
[μήτριος].
Search Help