[ ] Phokis — Delphi — ca. 146 BC
1 ἄρχοντος [Βα]βύλου τ[οῦ Αἰακίδα, μην]ὸς ]ουκα[τίου, ἐπὶ τ]οῖσ[δε ἀπέδοτο]
Νίκαια Καλλία συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀντ[άνορος], τῶι Ἀπ[όλλωνι τῶι]
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[νομα Δ]ώρημα τιμᾶς ἀργυρίου μνᾶν τ[ριῶν? καὶ]
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Δώρημα τῶι θεῶι τὰν ὠνά[ν, ἐφ’ ὧιτε ἐλευ]-
5 θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσα ὅ [κα θέλη καὶ ἀ]-
ποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀ[ντάνωρ Ἀντά]-
νορος. εἰ δέ τις ἅπτοιτο Δω[ρ]ήματος ἐπὶ καταδουλισμῶι, βέβαιον πα[ρεχόντων τῶι θε]-
ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Νίκαια καὶ ὁ βεβαιωτὴρ Ἀντάνω[ρ. εἰ δέ τις καταδουλί]-
ζοιτο Δώρημα, κύριος ἔστω σ[υ]λέων ὁ παρατυχὼν ὡς ἐλευθέραν ἐ[οῦσαν ἀζάμιος ὢν]
10 καὶ ἀνυπ[ό]δικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς το[ῦ Ἀπόλλωνος Πραξί]-
ας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἀλκῖνος, Μνασίθεος, Ὑβρίας· ἰδιῶτα[ι ․․․․․․, Ε]ὐκλί-
δας Καλλίδα, Καλλίερος, Δαμένης, Τιμόκριτος.
Search Help
Contact Us