[ ] Phokis — Delphi — mid-2nd c. BC
1 [ἀρ]χοντος Εὐκλέος, μηνὸς Εἰλαίου,
[ἐπὶ] τοῖσδε ἀπέδοτο Ἀναξανδρίδας
Αἰακίδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Δημήτρι-
5 α, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν.
βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι-
ος Βαβύλος Αἰακίδα. εἰ δέ τις ἅπτοι-
το ἐπὶ καταδουλισμῶι Δημητρίας, βέ-
10 βαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ
τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· ὁ-
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἔστωσαν συλέοντες Δημή-
τριαν ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι
15 ἐόντες καὶ ἀνυπόδικοι πάσας δί-
[κ]α[ς] καὶ ζαμίας. μάρτυροι τοὶ ἱ-
[ερ]εῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνι-
[κο]ς, Πραξίας, Μένης, Δάμων, Πισί-
[θ]εος Ἥ̣ρυος, Πολυτιμίδας, Μνα-
20 σίθεος.
Search Help