[ ]
Phokis — Delphi — ca. 160 BC
1 | ἄρχοντος Ἀμφιστράτου, [μη]νὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ- |
δοντο Δάμων καὶ Ἀτεισίδας οἱ Ξένωνος ὑοὶ τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σῶσος, τὸ γένος Σύρος, | |
τιμᾶς ἀργυ[ρ]ίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς | |
5 | ἐπίστευ̣σ̣ε̣ Σῶσος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ- |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον ποιέων ὅ κα θέλη̣ καὶ | |
ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀριστό- | |
βουλος Πάτρωνος. εἰ δέ τίς κα ἅπτηται Σώσου ἐπὶ καταδουλισμῶι, βέβαιον | |
π[α]ρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Δάμων καὶ Ἀτεισίδας | |
10 | καὶ ὁ βεβαιωτὴρ Ἀριστόβουλος Πάτρωνος κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοί- |
ως δὲ καὶ οἱ παρατυρχάνοντες κύριοι ἐόντων συλέοντες Σῶσον ὡς ἐλεύθε- | |
ρον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες τοὶ | |
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Αἰακίδας, Ἰατάδας, | |
Καλλιγένης καὶ ἰδιῶται Ἡρακλείδας Καλλία, Ἀνδρομένης Βαβύλου, Ξεναγόρας | |
15 | Εὐκλείδα, Ἀλέξανδρος Ἀπολλωνίου, Τιμόκριτος, Σωδαμίδας, Φίλαγρος Διοδώρου, |
Βαβύλος Αἰακίδα. |