[ ] Phokis — Delphi — ca. 160 BC
1 ἄρχοντος Ἀμφιστράτου, [μη]νὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ-
δοντο Δάμων καὶ Ἀτεισίδας οἱ Ξένωνος ὑοὶ τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σῶσος, τὸ γένος Σύρος,
τιμᾶς ἀργυ[ρ]ίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς
5 ἐπίστευ̣σ̣ε̣ Σῶσος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶ-
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον ποιέων ὅ κα θέλη̣ καὶ
ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Ἀριστό-
βουλος Πάτρωνος. εἰ δέ τίς κα ἅπτηται Σώσου ἐπὶ καταδουλισμῶι, βέβαιον
π[α]ρεχόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Δάμων καὶ Ἀτεισίδας
10 καὶ ὁ βεβαιωτὴρ Ἀριστόβουλος Πάτρωνος κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοί-
ως δὲ καὶ οἱ παρατυρχάνοντες κύριοι ἐόντων συλέοντες Σῶσον ὡς ἐλεύθε-
ρον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες τοὶ
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Αἰακίδας, Ἰατάδας,
Καλλιγένης καὶ ἰδιῶται Ἡρακλείδας Καλλία, Ἀνδρομένης Βαβύλου, Ξεναγόρας
15 *EU)KLEI/DA, *)ALE/CANDROS *)APOLLWNI/OU, *TIMO/KRITOS, *SWDAMI/DAS, *FI/LAGROS *DIODW/ROU,
Βαβύλος Αἰακίδα.
Search Help
Contact Us