[ ] Phokis — Delphi — ca. 146 BC
1 ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον [Ἰατά]δα
τοῦ Πάτρωνος, Ἀρχελάου τοῦ Δαμοσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Κλ[ευ]δά-
μου, ἐπὶ τοῖσδε ἀπέδοτο Χρήσιμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, τὸ μὲν ἀνδρεῖ[ο]ν
ὧι ὄνομα Σέλευκος τὸ γένος Σύρον, τὸ δὲ γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ γένος
5 Σαρμάτισσαν, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσα[ν]
Σέλευκος καὶ Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ὥσστε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπ[ὸ]
παντὼ τὸν πάντα βίον ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βε[βαι]-
ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Καλλικλῆς Τίμωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισ-
σμῶι Σελεύκου ἢ Ἀφροδισίας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε-
10 νος Χρήσιμος καὶ ὁ βεβαιωτὴρ Καλλικλῆς. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά-
κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν-
των συλέοντες Σέλευκον καὶ Ἀφροδισίαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάντων δὲ παρὰ Χρήσιμον Σέλευκος καὶ Ἀφροδισία
ἄχρι οὗ κα ζώη Χρήσιμος ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ
15 παραμένοιν ἢ μὴ ποιέοιν τὸ ποτιτασσόμενον, κύριος ἔστω Χρήσιμος ἐπιτιμέων τρόπωι ὧι κα αὐ̣-
τὸς θέλη. εἰ δὲ μεταλλάξαι Χρήσιμος τὸν βίον, λαβέτωσαν τὰ ὑπάρχοντα Χρησίμου Σέλευκος
καὶ Ἀφροδισία καὶ τὰ ποτὶ γᾶν νομιζόμενα αὐτοὶ φροντιζόντων πάντα. μάρτυροι οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται
Τιμόκριτος, Μένης, Μεγάρτας, Ξένων Δημητρίου, Πισίθεος Ξένωνος, Αἰακίδας Φιλαιτώλου,
20 Εὐκλείδας Καλλίδα.
Search Help