[ ]
Phokis — Delphi — ca. 146 BC
| 1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον [Ἰατά]δα |
| τοῦ Πάτρωνος, Ἀρχελάου τοῦ Δαμοσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Κλ[ευ]δά- | |
| μου, ἐπὶ τοῖσδε ἀπέδοτο Χρήσιμος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, τὸ μὲν ἀνδρεῖ[ο]ν | |
| ὧι ὄνομα Σέλευκος τὸ γένος Σύρον, τὸ δὲ γυναικεῖον ἇι ὄνομα Ἀφροδισία τὸ γένος | |
| 5 | Σαρμάτισσαν, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσα[ν] |
| Σέλευκος καὶ Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ὥσστε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπ[ὸ] | |
| παντὼ τὸν πάντα βίον ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βε[βαι]- | |
| ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Καλλικλῆς Τίμωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισ- | |
| σμῶι Σελεύκου ἢ Ἀφροδισίας, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε- | |
| 10 | νος Χρήσιμος καὶ ὁ βεβαιωτὴρ Καλλικλῆς. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρά- |
| κτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
| των συλέοντες Σέλευκον καὶ Ἀφροδισίαν ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ- | |
| νυπόδικοι πάσας δίκας καὶ ζαμίας. παραμεινάντων δὲ παρὰ Χρήσιμον Σέλευκος καὶ Ἀφροδισία | |
| ἄχρι οὗ κα ζώη Χρήσιμος ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ | |
| 15 | παραμένοιν ἢ μὴ ποιέοιν τὸ ποτιτασσόμενον, κύριος ἔστω Χρήσιμος ἐπιτιμέων τρόπωι ὧι κα αὐ̣- |
| τὸς θέλη. εἰ δὲ μεταλλάξαι Χρήσιμος τὸν βίον, λαβέτωσαν τὰ ὑπάρχοντα Χρησίμου Σέλευκος | |
| καὶ Ἀφροδισία καὶ τὰ ποτὶ γᾶν νομιζόμενα αὐτοὶ φροντιζόντων πάντα. μάρτυροι οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται | |
| Τιμόκριτος, Μένης, Μεγάρτας, Ξένων Δημητρίου, Πισίθεος Ξένωνος, Αἰακίδας Φιλαιτώλου, | |
| 20 | Εὐκλείδας Καλλίδα. |