[ ] Phokis — Delphi — ca. 148 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Θεοτίμου τοῦ Θεοτίμου, μηνὸς
Παναγυρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θρασυκλέος τοῦ
Πραξία, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρχέλα-
ος καὶ Λύσιον, συνευδοκεούσας καὶ τᾶς θυγατέρος αὐ-
5 τοῦ Ἀθανοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ο̣ν ὧι ὄνομα Σωσίνικος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔ-
χοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσίνικος τῶι θεῶι τὰν ὠνάν, ἐ-
φ’ ὧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα χρόνον. παραμεινάτω δὲ Σωσίνικος παρὰ Ἀρχέλα-
10 ον καὶ Λύσιον ἄχρι οὗ κὰ ζώωντι ποιέων τὸ ποτιτασσόμε-
νον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. ἐπεὶ δέ κά τι πάθη Ἀρχέλαος
καὶ Λύσιον, ποιησάτω τὰ ποτὶ γᾶν <καὶ> τὰς ἀλλαθεάδας Σωσίνικος. εἰ δέ τις
ἅπτοιτο μετὰ τὸ μεταλλάξαι Ἀρχέλαον καὶ Λύσιον ἐπὶ καταδου-
λισμῶι, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν· ὁμοί-
15 ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωσί-
νικον ὡς ἐλεύθερον ὄντα ἀζάμοι ἐόντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τοὺς νό-
μους τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον Λύκωπος, Δινίας Ἀμ-
φισσεῖς, Νικόμαχος Δελφός. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλ-
20 λωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες
Τίμων, Ἀριστόβουλος, Δαμόστρατος καὶ ἰδιῶ-
ται Νικόμαχος, Τιμόκριτος, Ξεναγό-
ρας Εὐκλείδα, Ἀστόξένος, Νικάσιππος, Θεύ-
φιλος, Τυρβαῖος, Λυσίας, Βαβύλος, Νικόμαχος, Εὐ-
κράτης,  Δαμόφιλος, Μελίτων, Δαμόφαντος
25 Ἀμφισσεῖς.
Search Help
Contact Us