[ ]
Phokis — Delphi — ca. 148 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσαι Θεοτίμου τοῦ Θεοτίμου, μηνὸς |
| Παναγυρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θρασυκλέος τοῦ | |
| Πραξία, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρχέλα- | |
| ος καὶ Λύσιον, συνευδοκεούσας καὶ τᾶς θυγατέρος αὐ- | |
| 5 | τοῦ Ἀθανοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
| ο̣ν ὧι ὄνομα Σωσίνικος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔ- | |
| χοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσίνικος τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
| φ’ ὧτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα χρόνον. παραμεινάτω δὲ Σωσίνικος παρὰ Ἀρχέλα- | |
| 10 | ον καὶ Λύσιον ἄχρι οὗ κὰ ζώωντι ποιέων τὸ ποτιτασσόμε- |
| νον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. ἐπεὶ δέ κά τι πάθη Ἀρχέλαος | |
| καὶ Λύσιον, ποιησάτω τὰ ποτὶ γᾶν <καὶ> τὰς ἀλλαθεάδας Σωσίνικος. εἰ δέ τις | |
| ἅπτοιτο μετὰ τὸ μεταλλάξαι Ἀρχέλαον καὶ Λύσιον ἐπὶ καταδου- | |
| λισμῶι, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν· ὁμοί- | |
| 15 | ως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωσί- |
| νικον ὡς ἐλεύθερον ὄντα ἀζάμοι ἐόντες καὶ ἀνυπόδι- | |
| κοι πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κατὰ τοὺς νό- | |
| μους τᾶς πόλιος καὶ κατὰ τὸ σύμβολον Λύκωπος, Δινίας Ἀμ- | |
| φισσεῖς, Νικόμαχος Δελφός. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
| 20 | λωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες |
| Τίμων, Ἀριστόβουλος, Δαμόστρατος καὶ ἰδιῶ- | |
| ται Νικόμαχος, Τιμόκριτος, Ξεναγό- | |
| ρας Εὐκλείδα, Ἀστόξένος, Νικάσιππος, Θεύ- | |
| φιλος, Τυρβαῖος, Λυσίας, Βαβύλος, Νικόμαχος, Εὐ- | |
| 25 | κράτης, Δαμόφιλος, Μελίτων, Δαμόφαντος |
| Ἀμφισσεῖς. |