[ ] Phokis — Delphi — ca. 146 BC
1 [ἄρχ]οντος Βαβύλου τοῦ Αἰακ[ίδ]α, μηνὸς Ἰλαίου, βουλευόντων τὰν
δ̣ευτέραν ἑξάμηνον Ἰατάδα τοῦ Πάτρωνος, Ἀρχελάου τοῦ Δαμο-
[σ]θένεος, γραμματεύοντος δὲ Ἁγίωνος τοῦ Κλευδάμου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Πολυξένα Πολύωνος, συνευδοκέοντος καὶ τοῦ ἀν-
5 δρὸς αὐτᾶς Φιλοκράτεος καὶ τοῦ υἱοῦ Ξένωνος καὶ τᾶς θυγα-
τέρος Δαντοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι
ὄνομα Εὐφροσύνα, τὸ γένος Καππαδόκισσαν, τιμᾶς ἀργυρίου
μνᾶν τριῶν καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Εὐφρο-
σύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
10 ἀπὸ πάντων τὸν πάντα βίον ποιέουσα ὅ κα θέλη. βεβαιωτὴρ κα-
τὰ τὸν νόμον τᾶς πόλιος Διόδωρος Ἡράκωνος. εἰ δέ τι̣ς ἅπτοιτο
ἐπὶ καταδουλισσηῶι Εὐφροσύνας, βέ{βε}βαιον {²⁶βέβαιον}²⁶ παρεχόντων τῶι θε-
ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Πολυξένα καὶ ὁ βεβαιωτὴρ Διόδωρος.
εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κα-
15 τὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι
ἐόντων συλέοντες Εὐφροσύναν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι
ἐόντες καὶ ἀνυπόδ̣ικ̣οι πάσας δίκας καὶ ζαμίας. μὴ οἰκησάτω δὲ Εὐ-
φροσύνα ἐν ἐγδαμία πανοικία ἄχρι οὗ κα Δαντὼ ἐν ἁλικίαν ἵκη-
ται καὶ ἀνδρὶ ἐκγδοθῆ. εἰ δὲ ἀπέλθοι καὶ οἰκήσαι ἄνευ τᾶς Πο-
20 λυξένας γνώμας, ἄκυρος καὶ ἀτελὴς ἁ ὠνὰ ἔστω. μάρτυ-
ροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρχον-
τες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων, καὶ ἰδιῶται Τιμόκριτος,
Ἀριστόξενος, Ἁγίων Ἐχεφύλου, Γλαῦκος Ξένωνος.
Search Help
Contact Us