[ ] Phokis — Delphi — ca. 160 BC
1 ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ξένων Πει-
θαγόρα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο ἀνδρεῖον τε καὶ γυναικεῖ-
ον οἷς ὀνόματα Μητρόδωρος καὶ Θεοδότα, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν
ὠνὰν Μητρόδωρος καὶ Θευδότα, τιμᾶς ἀργυρίου στατήρων τεσσα-
5 ράκοντα. βεβαιωτῆρες κατὰ τὸν νόμον Ἐχέφυλος Ἁ<γ>ίωνος, Μελισσί-
ων Εὐαγγέλου. παραμινάτω δὲ Θευδότα παρὰ Μητρόδωρον ἕως κα ζῆ
Μητρόδωρος. εἰ δὲ μὴ παραμένοι, κύριος ἔστω Μητρόδωρος κολά-
ζων Θευδόταν καθώς κα θέλη πλὰν μὴ ἀποδόσθω. μάρτυροι
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ τῶν ἀρχόν-
10 τῶν Ἄθαμβος Ἁβρομάχου, ἰδιῶται Ἀστόξενος, Ἀριστίων Ἄγωνος,
Μένης, Ξένων Γλαύκου.
Search Help
Contact Us