[ ] Phokis — Delphi — ca. 148 BC
1 ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου τοῦ δευτέρου, ἀπέδο-
το Ἐχέφυλος Ἀγίωνος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἁγίωνος,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δαίδαλος [τι]-
μᾶς ἀργυρίου μ[ν]ᾶν πέν̣τε, καθὼς ἐπίστευσε Δαίδαλος τῶι θεῶι τὰ[ν]
ὠνὰν ἐφ’ ὅτωι ἐλεύθε[ρ]ον εἶ̣[μ]εν Δαίδαλον καὶ ἀνέφαπ[τ]ον ἀπὸ
5 πάντων τὸν̣ πάντα [χ]ρόνον ποιοῦν̣τα ὅ κα θέλη. εἰ δέ τις ἐφά-
πτοιτο Δαιδάλου ἐπὶ καταδουλισμῶ, κύριος ἔστω ὁ παρατυχὼν̣
συλέων. βεβαιωτῆ[ρ]ες Ἁγίων Πολυκλείτου, Δρομοκλεί-
δας Ἁγίωνος. μάρτυρ[ε]ς οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος
10 καὶ Πραξίας καὶ οἱ ἄρχοντες Δαμόστρατος, Ἀριστόβουλ̣ος, Τίμων,
ἰδιῶται Μένης, Ἀρτεμίδωρος, Ἁγίων Ἐχεφύλου, Ἀρχέλα̣ος Δα-
μοσθένεος. συνευδόκησε δὲ καὶ Σώξενος παραγενόμενος
ἐκ τᾶς ἀποδαμίας.
Search Help
Contact Us