[ ] Phokis — Delphi — 161 BC
1 [ἄ]ρ̣χοντος Μενεστράτου, μηνὸς
Ἡραίου, ἀπέδοτο Αἰακίδας Φιλαι-
τώλου τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Παρ-
5 νασσός, τιμᾶς ἀργυρίου μνᾶν τριῶ[ν],
καθὼς ἐπίστευσε Παρνασὸς τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον
εἶμεν αὐτὸν καὶ ἀνέφαπτον ἀπὸ πάν-
των ποιέοντα ὅ κα θέληι. βεβαιωτὴρ
10 κατὰ τὸν νόμον Νικόμαχος Δεξίππου.
μάρτυρες Ταραντῖνος ὁ ἱερεύς, Κλέαν-
δρος ὁ ἄρχων καὶ ἰδιῶται Ἀριστόμαχος
Ὀλυμπογένεος, Δαμένης, Μένης, Ἰατά-
δας, Τιμόκριτος.
Search Help
Contact Us