FD III 2:250
[ ] Phokis — Delphi — 119 AD
1        θεός. τύχᾳ [ἀγαθ]ᾷ.
[Γ]αῖον Ἰούλιον Εὐδ[ίμο]να, Ταρσέα καὶ Ἀθ[η]-
ναῖον, χοραύλην, Δελ[φοὶ] Δελφὸν ἐποίησαν·
ἔδωκάν τε αὐτῷ πάντα τὰ τείμια ὅσα <τοῖς καλοῖς> ἀνδρά-
5 σιν δίδοται. ἄρχοντος Π. Αἰλίου Πυθοδώρ[ου].
        ἐνείκα δὲ καὶ Πύθια.
Search Help
Contact Us