[ ]
Phokis — Delphi — ca. 133 BC
1 | ἄρχο[ν]τος Ὑβρία τοῦ [Ξένω]νος,μηνὸ[ς ․․․․․․․․․․], βουλευ- |
όντων τὰν δευτέραν [ἑξάμ]ηνον Βαβύλ[ου] το[ῦ Ἀνδ]ρομένεος, Ἁ- | |
γίωνος τοῦ Κλευδάμ[ου], Τιμοκλέος τοῦ Πολύ[ωνος] ἀπέδοντο Θέ[ων] | |
Ἀδειμάντου, Σωστράτα Ἀρχελάου Βοαῖοι τῶι Ἀπό[λλω]νι τῶι Πυθίω[ι σῶ]- | |
5 | μα γυναικ[ε]ῖον, ἇι ὄνομα Δ[ω]ρ[ώ], τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐ- |
πίστευσε Δωρὼ τῶι θε[ῶι] τὰν ὠνάν, ἐφ’ ὅτῳ τε ἐλευθέραν εἶμεν καὶ ἀ[νέ]- | |
φαπτον ἀπὸ πάντ[ων. εἰ δ]έ τις καταδουλίσζοιτο Δωρώ, κύριος ἔστω [ὁ] | |
τυχὼν συλέων. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλεότιμος Πύ[ρρου]. | |
παραμ<ε>ινάτω δὲ Δωρὼ παρὰ Θέωνα καὶ Σωστράταν ἄχρι οὗ κα ζώωντ[ι, ποι]- | |
10 | έουσα τὸ ποιτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι Δώρω [ἢ μὴ ποιέ]- |
οι τὰ δυνατά, [κ]ύρι[οι] ἐ[όν]των Σωστράτα καὶ Θέων ἐπιτιμέοντες τρόπωι ὧι [κα αὐ]- | |
τοὶ θέλων[τι], ἀζάμιοι [ἐόν]τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυροι]· | |
τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου, καὶ οἱ ἄρχο[ντες] | |
Ἁγίων Κλεοδάμου, Βαβύλος Ἀνδρομένεος, καὶ ἰδιῶται Μνασίθε[ος] Διο[δώ]- | |
15 | ρου, Τιμόκριτος Εὐκλείδα, Κλεύτιμος Πύ[ρρο]υ, Πρόξενος Δίωνος, Πολέμα[ρχος]. |