[ ]
Phokis — Delphi — ca. 124 BC
1 | ἄρχοντος Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς Ἐνδυσποιτροπίου, βουλευ[ό]ντω[ν] |
τὰν δευτέραν ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου, Κλεοδάμου τοῦ Μαντία, γραμματευ- | |
οντος δὲ τᾶς βουλᾶς Ἄγωνος τοῦ Ἀριστιωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνους Ε[ὐ]νίκου | |
σηνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτ[οῦ] Εὐνίκου, τῶι Ἀπόλλ[ω]νι τῶι Πυθίωι σ[ῶμα γυ]- | |
5 | ναικεῖον, ἇι ὄνομα Ζωπύρα, τὸ γένος Σύραν, τιμᾶς ἀργυ[ρ]ίου μνᾶν τεττάρων καὶ [στατή]- |
ρων πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ[σε] Ζωπύρα τῶι θεῶι τὰν ὠ[ν]άν, | |
ἐφ’ ὅτωιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] τὸν πάντα βίον ποιέουσα [ὅ] κα θέ- | |
λῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρες [κα]τὰ τοὺς νόμους τᾶς πόλι[ος. Ὑ]βρίας Ξέ- | |
ν[ων]ος, Ξενό[κρ]ιτος Στησιμένεος. εἰ δέ τις ἅπτοιτο Ζωπυρᾶς ἐπὶ καταδουλιζμῶι, [β]έ[βαι]- | |
10 | [ον π]αρε[χ]όντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνους καὶ οἱ βεβαιω[τ]ῆρες Ὑ- |
[βρ]ία[ς, Ξενόκριτο]ς. εἰ δὲ [μὴ παρ]έχοιν βέ[β]αιον τῶι θεῶι τὰν ὠνάν π[ράκτ]ιμο[ι ἐ]όν- | |
[των κ]ατὰ τὸν νόμον τᾶς πόλιος· [ὁμοίω]ς δὲ [καὶ] οἱ παρατυ[γχ]άνοντες [κ]ύρι[οι] ἐόν- | |
[τ]ων σ[υλ]έοντες Ζωπύραν ὡς ἐλε[υθε]ραν ἐοῦσαν, ἀζάμιοι ὄντες οἱ συλέ[ο]ντες | |
[κ]αὶ [ἀ]νυπ[ό]δικ[οι] πάσας δίκας κ[αὶ] ζαμίας. μάρτ[υρ]οι· [οἵ τε ἱερ]εῖς τοῦ Ἀπόλλωνος | |
15 | Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Μνασίθεος, Κλεόδαμος, [Ἅ]γων, καὶ |
ὁ νεωκόρος Ἀτ<ε>ισίδας· ἰδιῶται Π<ε>ισίστρατος, Σπινθὴρ Σωφίλου, | |
Δαμοσθένης Ἄρχωνος, Λύκος Λυκίσκου, Δρόμων, Ἰατάδας, Τι- | |
μόκριτος. |