[ ]
Phokis — Delphi — ca. 133 BC
1 | [ἄρχοντος ἐν Δελφοῖς Ὑβρία τοῦ Ξένων]ος, μ[ηνὸ]ς Ἀπελλαίο[υ, β]ουλευ- |
[όντων τὰν πρώτον ἑξάμηνον Ἡ]ρακλείδα [τοῦ] Καλ[λία, Ξε]ναινέ- | |
[του τοῦ Σωσινίκου, γραμματεύ]οντος δὲ Καλλικράτεος τοῦ Διο- | |
[δώρου, ἐν δὲ] Ἀν[τικύραι ἄρχο]ντος Ἀμφία τοῦ Ἀμ[ύ]μονος, μηνὸς | |
5 | [․․․․․․․], ἀπ[έδοτο Ἀπολλόδω]ρος Θεοξένου Ἀντικυρεὺς τ[ῶι] Ἀπόλ- |
λω[νι τῶι Πυθ]ίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Εὐνίκα, τὸ γένος Φ[ω]κί- | |
δα, [τιμᾶς ἀρ]γυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει [πᾶ]σαν, κα[θὼ]ς | |
ἐπίστευσε Εὐνίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ [ὧιτε] ἐλευθέρα εἶμεν τὸ[ν] | |
πάντα βίον, ποιέουσα ὅ κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς [νόμου]ς | |
10 | [τ]ᾶ[ς] πόλιος· [Μ]νασίθεος Διοδώρου Δελφός. εἰ δέ τις ἐφ[άπ]τ[οιτ]ο |
Εὐνίκας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θε[ῶι τὰ]ν | |
ὠνὰν ὅ τε ἀποδόμενος Ἀπολλόδωρος καὶ ὁ βεβαι[ω]τὴρ [Μ]ν[α]- | |
σίθεος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω[νος Ἄρχ]ων, Ἄθαμβος, κα[ὶ] | |
οἱ ἄρχοντες Καλλικράτης, Ξεναίνε[τος, Ἡρ]ακλείδας, καὶ ἰδι- | |
15 | ῶται Ἀρτεμίδωρος, Τιμόκριτος, Ἡρακλέων. |