FD III 2:234
[ ] Phokis — Delphi — 138 BC
1 [ἄρ]χοντος Τιμοκρίτου τοῦ Εὐκλείδα, μηνὸς Δαιδαφορίου, βου[λευ]-
όντων τὰν πρώταν ἑξάμηνον Πυρρία τοῦ Ἀρχελάου, Σωτύλου τοῦ Τιμ[οκλέ]-
ος, γραμματεύοντος δὲ Κλεοδάμου τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέ[δο]-
το Κλεόδαμος Καλλιγένεος, συνευδοκεούσας καὶ τᾶς ματέρος αὐ[τοῦ]
5 Δαντοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Παρ[μό]-
να, τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τρι[ῶ]ν, καὶ τὰν τιμὰν ἔχει [πᾶ]-
σαν, καθὼς ἐπίστευσε [Π]αρμόνα τῶι θεῶι τὰν ὠναν. ἐφ’ ὧιτ’ ἐλ[ευ]-
[θ]έρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσ[α]
ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς νό[μους]
10 τᾶς πόλ[ι]ος. Δαμοσθένης Ἄρχωνος. εἰ δέ τις ἅπτοιτο ἐπὶ κατα[δου]-
λισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀπ[οδο]-
μένα συ<ν>ευδο<κέουσα> καὶ ὁ βεβαιωτὴρ Δαμοσθένης. εἰ δὲ μὴ παρέχο[ιν βέ]-
βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον [τᾶς]
πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον[τες]
15 [Π]αραμόναν ὡ[ς] ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέο[ντ]ες καὶ ἀνυ-
[πό]δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπολλωνος Ἄρχ[ων],
Ἀθαμβος, καὶ ὁ ἄρχοντες Πυρρίας, Σωτύλος, Κλεόδαμος, καὶ ὁ [ν]εωκόρ[ος Ἀτει]-
[σ]ίδας, καὶ ἰδιῶται Πολίτας, Ἀριστίων Ἀναξανδρίδα, Ἁρμ[όδ]ιος, Ἀμύ[ντας],
[Ξ]ενότιμος.
Search Help
Contact Us