[ ] Phokis — Delphi — 138 BC
1 ἄρχοντ[ο]ς Τιμοκ[ρίτ]ου τ[οῦ Ἐυκ]λεί[δα, μηνὸς]
Βοαθοίο[υ, β]ουλευό[ντω]ν τ[ὰν π]ρώταν ἑ[ξάμηνον]
Σωτύλο[υ] τοῦ Τιμ[ο]κλέος, Π[υρρ]ία τοῦ Ἀρχ[ελάο]υ, γρα[μ]-
ματεύο[ντο]ς δὲ Κ[λ]ευδάμου τοῦ Πολυκράτε[ο]ς, ἐπὶ
5 τοῖσδε ἀ[πέ]δοτο Κλεύδαμ[ος Κ]αλλιγένεος, συνευδο-
κεούσας κα[ὶ] τᾶς ματέρος α[ὐτ]οῦ Δαντοῦς, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυν[α]ικεῖον, ἇι ὄνομα
Παραμόνα, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν], καθὼς ἐ-
10 πίστευσε Παραμόνα τῶι θεῶι τὰν [ὠ]νάν, ἐ[φ ὧιτ]ε ἐ-
λευθέρα εἶμεν καὶ ἀνέφαπτ[ος ἀ]πὸ πάν[των] τὸν
πάντα χρόνον, ποιέουσα ὅ κα θέλῃ και ἀποτρέχουσα
οἷς κα θέλῃ. βεβαιωτὴ[ρ κα]τὰ τοὺς ν[ό]μου[ς] τᾶς πόλιος.
Πεισίστ[ρα]τος Βούλωνος. [εἰ] δὲ μὴ παρέχοιν βέβαιον
15 τῶι θεῶι [τ]ὰν ὠ[νάν], π[ρ]άκτιμ[οι] ἐόντων [κ]ατὰ τὸν ν[ό]-
μον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς]
[κύρ]ιοι ἐόντων συλέοντες Παραμόναν [ὡ]ς ἐλευ-
θέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀ-
νυπόδικ[οι] πασᾶς δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε-
20 ρεῖς τοῦ Ἀπόλλν]ος, Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχ[ον]-
τες Σωτύλος, Πυρρίας, Κλεύδαμος, καὶ ὁ νεωκό[ρος]
Ἀτεισίδας, καὶ ἰδι[ῶ]ται Ἁγίων Ἐχεφύλου, Τι[μόκρι]-
τος, [Μα]ντίας Κ[λ]ευδ[ά]μου, Λαιάδας Βαβύλο[υ, Δί]-
ων Κλέωνος, Ἁρμόδι[ος], Ἀρίστων Ἀγαθοκλέ[ος].
Search Help
Contact Us