[ ] Phokis — Delphi — 138 BC
1 ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδα, μηνὸς Β[ου]-
κατίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον
Σωτύλου τοῦ Τιμοκλέος, Πυρρία τοῦ Ἀρχελάου,
γραμματευόντος δὲ Κλευδάμου τοῦ Πολυκρα-
5 τεος, ἐν δὲ Ἄβαις ἄρχοντος Ἀρχύτα, μηνὸς
Βοαδρομίου, ἐπὶ τοῖσ[δ]ε ἀπέδοτο Ξάνθιππος
Φιλομήλου Ἀβαῖος, <σ>υνευδοκεούσας καὶ
τᾶς ματέρος αὐτοῦ [․]εροῦς τᾶς Ἀριστοκλέ-
ος Φανατιίδος καὶ Τιμάρχου τοῦ Ἀντιόχου Φα-
10 νατέος καὶ Ξενοκρατείας τᾶς Φιλομήλου Ἀβαί-
ας καὶ Ἀ<λ>καίου τοῦ Ἀγησίλα <Ἀ>μ[β]ρυ<σ>σίου τῶι Ἀ-
πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνο-
μα Ῥόδιον τὸ γένος οἰκογενῆ, τεχνίτιν ῥαφιδή-
αν, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔ-
15 χει πᾶσαν, καθὼς ἐπίστ[ε]υσε [Ῥ]όδιον τῶι θε-
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ-
φαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέ-
ουσα ὅ κα θέλῃ [κα]ὶ ἀποτρέχουσα οἷς κα θέλῃ.
βεβαιωτὴρ κατὰ τοὺς ν[ό]μους τᾶς πόλιος. Ἰα-
20 τάδας Πάτρωνος, Ἐράσιππος Φιλοκράτεος.
εἰ δέ τις ἅπτοιτο Ῥοδί[ο]υ ἐπὶ καταδουλισσμῶι,
βέβαιον παρεχ[ό]ντω[ν τῶ]ι θεῶι τὰν ὠνὰν ὅ
τε ἀποδό[μ]ενος Ξάνθιππος καὶ ο<ἱ> βεβαιωτῆρες
Ἰατάδας καὶ Ἐράσιππος. εἰ δὲ μὴ παρέχοιν βέ-
25 βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων
κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες [Ῥό]-
[δ]ιον ὡς ἐλευθέραν ἐοῦσαν. μάρτυροι· οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ
30 ἄρχοντες Σω[τύ]λος, [Πυρρ]ίας, Ἀτ<ε>ισίδας, Πασί-
ων, [․․․․]λος, Αἰακίδας, Βαβύλος, Νικάρετος.
Search Help
Contact Us