[ ] Phokis — Delphi — 156 BC
1 ἄρχοντος Ἥ[ρ]υος τ[οῦ Πλείστ]ω[νος, μη]-
νὸς Ποιτροπίου, ἀπέδ[οτο Κλ]ε[υ]νίκ[α]
Κλευνείκου τῶι [Ἀ]πό[λ]λνι] τῶ[ι] Πυ[θί]-
ωι σῶμα γυν[α]ικ[ῆο]ν ἐνδογενές, [ὧι] ὄν[ο]-
5 μα Κλεώ, [ἃ]ν καὶ ἔλυ[σε] ὡς ἀν[․․․․․]ρ[․․․]-
κους, τιμᾶς [ἀργ]υρίου μν[ᾶν τρι]ῶν καὶ [τὰν]
τειμὰν ἔχει πᾶσαν. βεβα[ιω]τ[ὴ]ρ κατὰ [τὸν]
νόμον τᾶς πόλιος Ἀριστόμαχος Ἀριστ[ωνύμ]ου,
καθὼς ἐπίστησε Κλεὼ τῶι θεῶι τὰ[ν ὠ]-
10 νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀν[έφα]-
πτος ἀπ[ὸ] πάντων τὸν πάντα χρόν[ον, ποιέ]-
ουσα [ὅ] κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κ[α θέλῃ].
εἰ δέ τις ἐφάπτοιτο Κλεοῦς [ἐ]πὶ κατα[δου]-
λισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠ-
15 νὰν ἅ τε ἀποδομένα Κ[λ]ευνίκα κα[ὶ ὁ βεβαι]-
ωτὴρ Ἀριστόμα[χος. εἰ δὲ] μ[ὴ π]αρέχοιν [βέ]-
βαιον, πράκτιμοι [ἐόν]των κατὰ τὸν νό-
μον τᾶς πόλιος. ὁμ[οίω]ς δὲ κ[α]ὶ οἱ παρατυν-
χάνοντες κύριοι ἐόντων συλέοντες
20 Κλεὼ ὡς ἐλευ[θ]έρ[α]ν ἐοῦσαν, ἀζάμι[ο]ι ἐόν-
τες καὶ ἀνυπόδι[κο]ι [π]άσας δίκας καὶ ζαμί-
ας. μάρτυροι· τοὶ ἱρε[ῖ]ς τοῦ Ἀπόλλωνος
Ἀμύν[τ]ας, Ἀνδρ[ό]νικ[ο]ς [κ]αὶ τ[οὶ ἄ]ρχον-
τες Ξεν[έ]ας, Δεξώνδας Π[ο]λυκράτε-
25 ος, Ἀριστόβουλος Πάτρων[ος], καὶ ἰδιῶ-
ται Γενναῖος, Ἀρχέλαος Πραόχου, Ξάν-
θος, Φιλιστίων, Ἀρτεμιδωρος,
Εὐκράτης.
Search Help
Contact Us