[ ] Phokis — Delphi — ca. 154-144 BC
1 [ἀρχό]ντων ἐν Σκαρ[φ]α[ι] Πολυκράτεος καὶ Εὐθυ-
[․․․․․․, μ]ηνὸς Φυλ<λ>ικοῦ, ἐν δὲ Δελφοῖς ἄρχοντο[ς]
[․․․․․․․․], μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοντο Ἐ-
[․․․․․․․․․] Ἀγαθ[ὼ] Πα[λ]αίου, συνευδ[οκ]εουσᾶν
5 [καὶ τῶν θυ]γατέρων Σωσοῦς καὶ Ἀριστοῦς, τῶι Ἀπό[λ]-
[λωνι τῶι Π]υθίωι σῶμα ἀνδρῆον, ὧι [ὄ]νομα Ἀφ[․]-
[․․․․․․․․․ τὸ] γένος Σαρμάταν, ἐπ’ ἐλευθερίαι, τιμᾶς
[ἀργυρίου] μνᾶ[ν] ἓξ, καὶ τὰν τιμὰν ὡμολόγει ἔχειν.
[προαποδό]τας [κ]ατὰ τὸν νόμον· Θράσων Ἀγαθοκλέ-
10 [ους, ․․․․․․․]ενος Ἀφθονήτου. μάρτυροι· οἱ ἱερεῖς τοῦ
[Ἀπόλλω]νος Π[ρ]αξίας, Ἀνδρόνικος, καὶ ἰδιῶται
[․․․․․․․, Σ]ώπατρος Ἀρχε[λά]ου, Φιλ[ιστίω]ν Ἀρχελά-
[ου, ․․․]πατρος, Θώραξ.
Search Help
Contact Us