[ ] Phokis — Delphi — ca. 124 BC
1 [ἄρχοντος Καλλιδάμ]ου τοῦ Ἀμφιστράτου, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν
[ἑξάμηνον Ἀμύντα τοῦ Εὐ]δώρου, Γλαύκου τοῦ Ξένωνος, γραμματευόντος δὲ Ἁβρομάχου τοῦ Μαντία, ἐπὶ
[τοῖσδε ἀπέδοτο Εὐάγγε]λος Πάτρωνος, συνευδοκεούσας καὶ τᾶς θυγατέρος αὐτοῦ Αἰνήσας, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι]
[σῶμα γυναικεῖον, ἇι ὄνομα Τιμώ], τὸ γένος Ἰλλυράν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν θυγατέρα αὐτᾶς Σωκράτειαν, κα[ὶ τὰν]
5 [τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί]στευσε Τι[μ]ὼ καὶ Σωκράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραι εἶμεν καὶ ἀνέφαπτοι [ἀπὸ]
[πάντων τὸν πάντα βίον, ποιέο]υσαι ὅ κα θέλ[ων]τι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τοὺς νό[μους]
[τᾶς πόλιος· Τιμόκριτος Εὐ]κλείδ[α]. εἰ δέ τις ἐ[φάπ]τοιτο Τιμοῦς ἢ [Σ]ωκ[ρατ]είας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι
[θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε]νος Εὐάγγελος καὶ ὁ βεβαιωτὴρ Τιμόκριτος. εἰ δὲ μὴ πα[ρ]έχοιν [β][β]αιον τῶι [θεῶι]
[τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τ]ὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντ[ες κ]ύριοι ἐόντων συλέοντες Τιμὼ καὶ Σωκράτεια<ν,> ὡς [ἐλευ]-
10 [θέρας ἐούσας, ἀζάμιοι ὄντες οἱ συλ]έοντες καὶ ἀνυπόδικοι ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαν-
[βος, καὶ οἱ ἄρχοντες Ἀμύντας, Γλαῦκος, κ]αὶ ὁ γραμματεὺς Ἁβρόμαχος, καὶ ἰδιῶται Θεύξενος Κ[αλλί]α, Ξένων Δημητρίου, Τυρβαῖος, Σιλανός.
Search Help