[ ]
Phokis — Delphi — ca. 124 BC
1 | [στραταγέοντος ἐν Θεσσαλίαι Φι]λοκλέος τοῦ Μάκωνος Λα[ρι]- |
[σαίου, μηνὸς ὡς Θεσσαλοὶ ἄγοντι] Θύου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
[Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς] ὡς Δελφοὶ ἄγοντι Βυσίου, βου- | |
[λευόντων τὰν δευτέραν ἑξάμηνο]ν Κλεοδάμου τοῦ Μαντία, Μνα- | |
5 | [σιθέου τοῦ Διοδώρου, γραμ]ματεύοντος δὲ Ἄγωνος τοῦ Ἀριστίωνος, |
[ἐπὶ τοῖσδε ἀπέδοτο Πυρρία]ς Ζωπύρου Θαυμακὸς τῶι Ἀπόλλωνι τῶι | |
[Πυθίωι σώματα ἀν]δ[ρεῖα δύ]ο, οἷς ὀνόματα Σῖμος, Στρατόνικος, | |
τὸ [γένος οἰκογ]ε[νῆ, τιμ]ᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν | |
τιμ[ὰν ἔχει πᾶσ]αν, κα[θὼ]ς ἐπίστευσαν Σῖμος καὶ Στρατόνικος | |
10 | τῶι θ[εῶι τὰν ὠ]νάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους |
ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ ἀπο- | |
τρέχοντες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ τοὺς νόμους· | |
Λαμπρόμαχος Πολίτα Μελιταιεύς, Πυλάδας Σωσαμένου Ὑπα- | |
ταῖος, Πολίτας Ἀσάνδρου Δελφός. εἰ δέ τις ἐφάπτοιτο Σίμου | |
15 | ἢ Στρατονίκου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- |
μενος Πυρρίας καὶ ὁ βεβαιωτῆρες Λαμπρόμαχος, Πυλάδας, Πολί- | |
τας· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες | |
Σῖμον καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας, ἀζάμιοι ὄντες καὶ | |
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Σωσίπατρος Αἰακίδα, | |
20 | Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου, Τιμόκριτος Εὐκλείδα, Δώριππος, Ἀρ- |
τέμων, Κλεόστρατος οἱ Δωρίππου Δελφοί, Λέων Κλείππου Ἀτράγιος, | |
Πόλλιχος Φρύνου Γομφεύς, Ὀλυμπιόδωρος Νικοδάμου Σκαρ- | |
φεύς, Σωτίων Ζωπύρου Ἐρυθραῖος. |