[ ] Phokis — Delphi — ca. 124 BC
1 [στραταγέοντος ἐν Θεσσαλίαι Φι]λοκλέος τοῦ Μάκωνος Λα[ρι]-
[σαίου, μηνὸς ὡς Θεσσαλοὶ ἄγοντι] Θύου, ἐν Δελφοῖς δὲ ἄρχοντος
[Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς] ὡς Δελφοὶ ἄγοντι Βυσίου, βου-
[λευόντων τὰν δευτέραν ἑξάμηνο]ν Κλεοδάμου τοῦ Μαντία, Μνα-
5 [σιθέου τοῦ Διοδώρου, γραμ]ματεύοντος δὲ Ἄγωνος τοῦ Ἀριστίωνος,
[ἐπὶ τοῖσδε ἀπέδοτο Πυρρία]ς Ζωπύρου Θαυμακὸς τῶι Ἀπόλλωνι τῶι
[Πυθίωι σώματα ἀν]δ[ρεῖα δύ]ο, οἷς ὀνόματα Σῖμος, Στρατόνικος,
τὸ [γένος οἰκογ]ε[νῆ, τιμ]ᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν
τιμ[ὰν ἔχει πᾶσ]αν, κα[θὼ]ς ἐπίστευσαν Σῖμος καὶ Στρατόνικος
10 τῶι θ[εῶι τὰν ὠ]νάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους
ἀπὸ πάντων τὸν πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ ἀπο-
τρέχοντες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ τοὺς νόμους·
*LAMPRO/MAXOS *POLI/TA *MELITAIEU/S, *PULA/DAS *SWSAME/NOU *(UPA-
ταῖος, Πολίτας Ἀσάνδρου Δελφός. εἰ δέ τις ἐφάπτοιτο Σίμου
15 ἢ Στρατονίκου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος Πυρρίας καὶ ὁ βεβαιωτῆρες Λαμπρόμαχος, Πυλάδας, Πολί-
τας· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες
Σῖμον καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας, ἀζάμιοι ὄντες καὶ
ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· Σωσίπατρος Αἰακίδα,
20 Πάτρων Ἰατάδα, Ἁγίων Ἐχεφύλου, Τιμόκριτος Εὐκλείδα, Δώριππος, Ἀρ-
τέμων, Κλεόστρατος οἱ Δωρίππου Δελφοί, Λέων Κλείππου Ἀτράγιος,
Πόλλιχος Φρύνου Γομφεύς, Ὀλυμπιόδωρος Νικοδάμου Σκαρ-
φεύς, Σωτίων Ζωπύρου Ἐρυθραῖος.
Search Help
Contact Us